Πρωτότυπο Κείμενο
αὶ ἐπεσκέψατο  Δαυὶδ  τὸν  λαὸν τὸν μετ' αὐτοῦ καὶ κατέστησεν ἐπ' αὐτῶν χιλιάρχους καὶ  ἑκατοντάρχους.
2 Καὶ ἀπέστειλε Δαυὶδ τὸν λαόν, τὸ τρίτον ἐν χειρὶ Ἰωὰβ καὶ τὸ τρίτον ἐν χειρὶ Ἀβεσσὰ υἱοῦ Σαρουΐας ἀδελφοῦ Ἰωὰβ καὶ τὸ τρίτον ἐν χειρὶ τοῦ Γεθθαίου. Καὶ εἶπε Δαυὶδ πρὸς τὸν λαόν· ἐξελθὼν ἐξελεύσομαι καί γε ἐγὼ μεθ' ὑμῶν.
3 Καὶ εἶπαν· οὐκ ἐξελεύσῃ. Ὅτι ἐὰν φυγῇ φύγωμεν, οὐ θήσουσιν ἐφ' ἡμᾶς καρδίαν, καὶ ἐὰν ἀποθάνωμεν τὸ ἥμισυ ἡμῶν, οὐ θήσουσιν ἐφ' ἡμᾶς καρδίαν, ὅτι σὺ ὡς ἡμεῖς δέκα χιλιάδες· καὶ νῦν ἀγαθὸν ὅτι ἡμῖν ἐν τῇ πόλει βοήθεια τοῦ βοηθεῖν.
4 Καὶ εἶπε πρὸς αὐτοὺς ὁ βασιλεύς· ὃ ἐὰν ἀρέσῃ ἐν ὀφθαλμοῖς ὑμῶν, ποιήσω. Καὶ ἔστη ὁ βασιλεὺς ἀνὰ χεῖρα τῆς πύλης καὶ πᾶς ὁ λαὸς ἐξεπορεύετο εἰς ἐκατοντάδας καὶ εἰς χιλιάδας.
5 Καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Ἰωὰβ καὶ τῷ Ἀβεσσὰ καὶ τῷ Ἐθθὶ λέγων· φείσασθέ μοι τοῦ παιδαρίου τοῦ Ἀβεσσαλώμ· καὶ πᾶς ὁ λαὸς ἤκουσεν ἐντελλομένου τοῦ βασιλέως πᾶσι τοῖς ἄρχουσιν ὑπὲρ Ἀβεσσαλώμ,
6 καὶ ἐξῆλθε πᾶς ὁ λαὸς εἰς τὸν δρυμὸν ἐξεναντίας Ἰσραήλ, καὶ ἐγένετο ὁ πόλεμος ἐν τῷ δρυμῷ Ἐφραίμ.
7 Καὶ ἔπταισεν ἐκεῖ ὁ λαὸς Ἰσραὴλ ἐνώπιον τῶν παίδων Δαυίδ, καὶ ἐγένετο ἡ θραῦσις μεγάλη ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἴκοσι χιλιάδες ἀνδρῶν.
8 Καὶ ἐγένετο ἐκεῖ ὁ πόλεμος διεσπαρμένος ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἐπλεόνασεν ὁ δρυμὸς τοῦ καταφαγεῖν ἐκ τοῦ λαοῦ ὑπὲρ οὓς κατέφαγεν ἐν τῷ λαῷ ἡ μάχαιρα τῇ ἡμέρᾳ ἐκείνῃ.
9 Καὶ συνήντησεν Ἀβεσσαλὼμ ἐνώπιον τῶν παίδων Δαυίδ, καὶ Ἀβεσσαλὼμ ἦν ἐπιβεβηκὼς ἐπὶ τοῦ ἡμιόνου αὐτοῦ, καὶ εἰσῆλθεν ὁ ἡμίονος ὑπὸ τὸ δάσος τῆς δρυὸς τῆς μεγάλης, καὶ περιεπλάκη ἡ κεφαλὴ αὐτοῦ ἐν τῇ δρυΐ, καὶ ἐκρεμάσθη ἀνὰ μέσον τοῦ οὐρανοῦ καὶ ἀνὰ μέσον τῆς γῆς, καὶ ἡ ἡμίονος ὑποκάτω αὐτοῦ παρῆλθε.
10 Καὶ εἶδεν ἀνὴρ εἷς καὶ ἀνήγγειλε τῷ Ἰωὰβ καὶ εἶπεν· ἰδοὺ ἑώρακα τὸν Ἀβεσσαλὼμ κρεμάμενον ἐν τῇ δρυΐ.
11 Καὶ εἶπεν Ἰωὰβ τῷ ἀνδρὶ τῷ ἀναγγέλλοντι αὐτῷ· καὶ ἰδοὺ ἑώρακας· τί ὅτι οὐκ ἐπάταξας αὐτὸν ἐκεῖ εἰς τὴν γῆν; Καὶ ἐγὼ ἂν ἐδεδώκειν σοι δέκα ἀργυρίου καὶ παραζώνην μίαν.
12 Εἶπε δὲ ὁ ἀνὴρ πρὸς Ἰωάβ· καὶ ἐγώ εἰμι ἵστημι ἐπὶ τὰς χεῖράς μου χιλίους σίκλους ἀργυρίου, οὐ μὴ ἐπιβάλω τὴν χεῖρά μου ἐπὶ τὸν υἱὸν τοῦ βασιλέως, ὅτι ἐν τοῖς ὡσὶν ἡμῶν ἐνετείλατο ὁ βασιλεύς σοι καὶ τῷ Ἀβεσσὰ καὶ τῷ Ἐθθὶ λέγων· φυλάξατέ μοι τὸ παιδάριον τὸν Ἀβεσσαλὼμ
13 μὴ ποιῆσαι ἐν τῇ ψυχῇ αὐτοῦ ἄδικον· καὶ πᾶς ὁ λόγος οὐ λήσεται ἀπὸ τοῦ βασιλέως, καὶ σὺ στήσῃ ἐξεναντίας.
14 Καὶ εἶπεν ὁ Ἰωάβ· τοῦτο ἐγὼ ἄρξομαι· οὐχ οὕτως μενῶ ἐνώπιόν σου. Καὶ ἔλαβεν Ἰωὰβ τρία βέλη ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐνέπηξεν αὐτὰ ἐν τῇ καρδίᾳ Ἀβεσσαλὼμ ἔτι αὐτοῦ ζῶντος ἐν τῇ καρδίᾳ τῆς δρυός.
15 Καὶ ἐκύκλωσαν δέκα παιδάρια αἴροντα τὰ σκεύη Ἰωὰβ καὶ ἐπάταξαν τὸν Ἀβεσσαλὼμ καὶ ἐθανάτωσαν αὐτόν.
16 Καὶ ἐσάλπισεν Ἰωὰβ ἐν κερατίνῃ, καὶ ἀπέστρεψεν ὁ λαὸς τοῦ μὴ διώκειν ὀπίσω Ἰσραήλ, ὅτι ἐφείδετο Ἰωὰβ τοῦ λαοῦ.
17 Καὶ ἔλαβε τὸν Ἀβεσσαλὼμ καὶ ἔρριψεν αὐτὸν εἰς χάσμα μέγα ἐν τῷ δρυμῷ εἰς τὸν βόθυνον τὸν μέγαν καὶ ἐστήλωσεν ἐπ' αὐτὸν σωρὸν λίθων μέγαν σφόδρα. Καὶ πᾶς Ἰσραὴλ ἔφυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ.
18 Καὶ Ἀβεσσαλὼμ ἔτι ζῶν ἔλαβε καὶ ἔστησεν ἑαυτῷ τὴν στήλην, ἐν ᾗ ἐλήφθη, καὶ ἐστήλωσεν αὐτὴν λαβεῖν τὴν στήλην τὴν ἐν τῇ κοιλάδι τοῦ βασιλέως. Ὅτι εἶπεν· οὐκ ἔστιν αὐτῷ υἱὸς ἕνεκα τοῦ ἀναμνῆσαι τὸ ὄνομα αὐτοῦ· καὶ ἐκάλεσε τὴν στήλην Χεὶρ Ἀβεσσαλὼμ ἕως τῆς ἡμέρας ταύτης.
19 Καὶ Ἀχιμάας υἱὸς Σαδὼκ εἶπε· δράμω δὴ καὶ εὐαγγελιῶ τῷ βασιλεῖ, ὅτι ἔκρινε Κύριος ἐκ χειρὸς τῶν ἐχθρῶν αὐτοῦ.
20 Καὶ εἶπεν αὐτῷ Ἰωάβ· οὐκ ἀνὴρ εὐαγγελίας σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ εὐαγγελιῇ ἐν ἡμέρᾳ ἄλλῃ, ἐν δὲ τῇ ἡμέρᾳ ταύτῃ οὐκ εὐαγγελιῇ, οὗ εἵνεκεν ὁ υἱὸς τοῦ βασιλέως ἀπέθανε.
21 Καὶ εἶπεν Ἰωὰβ τῷ Χουσί· βαδίσας ἀνάγγειλον τῷ βασιλεῖ ὅσα εἶδες· καὶ προσεκύνησε Χουσὶ τῷ Ἰωὰβ καὶ ἐξῆλθε.
22 Καὶ προσέθετο ἔτι Ἀχιμάας υἱὸς Σαδὼκ καὶ εἶπε πρὸς Ἰωάβ· καὶ ἔστω ὅτι δράμω καί γε ἐγὼ ὀπίσω τοῦ Χουσί, καὶ εἶπεν Ἰωάβ· ἱνατὶ σὺ τοῦτο τρέχεις, υἱέ μου; Δεῦρο, οὐκ ἔστι σοι εὐαγγέλια εἰς ὠφελεῖν πορευομένῳ.
23 Καὶ εἶπε· τί γὰρ ἐὰν δράμω; Καὶ εἶπεν αὐτῷ Ἰωάβ· δράμε. Καὶ ἔδραμεν Ἀχιμάας τὴν ὁδὸν τὴν τοῦ Κεχὰρ καὶ ὑπερέβη τὸν Χουσί.
24 Καὶ Δαυὶδ ἐκάθητο ἀνὰ μέσον τῶν δύο πυλῶν. Καὶ ἐπορεύθη ὁ σκοπὸς εἰς τὸ δῶμα τῆς πύλης πρὸς τὸ τεῖχος καὶ ἐπῇρε τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδε καὶ ἰδοὺ ἀνὴρ τρέχων ὄνος ἐνώπιον αὐτοῦ
25 καὶ ἀνεβόησεν ὁ σκοπὸς καὶ ἀπήγειλε τῷ βασιλεῖ. Καὶ εἶπεν ὁ βασιλεύς· εἰ μόνος ἐστίν,  εὐαγγελία ἐν τῷ στόματι αὐτοῦ. Καὶ ἐπορεύετο πορευόμενος καὶ ἐγγίζων.
26 Καὶ εἶδεν ὁ σκοπὸς ἄνδρα ἕτερον τρέχοντα, καὶ ἐβόησεν ὁ σκοπὸς πρὸς τῇ πύλῃ καὶ εἶπε· καὶ ἰδοὺ ἀνὴρ ἕτερος τρέχων μόνος. Καὶ εἶπεν ὁ βασιλεύς· καί γε οὗτος εὐαγγελιζόμενος.
27 Καὶ εἶπεν ὁ σκοπός· ἐγὼ ὁρῶ τὸν ἔρημον τοῦ πρώτου ὡς δρόμον Ἀχιμάας υἱοῦ Σαδώκ. Καὶ εἶπεν ὁ βασιλεύς· ἀνὴρ ἀγαθὸς οὗτος καί γε εἰς εὐαγγελίαν ἀγαθὴν ἐλεύσεται.
28 Καὶ ἐβόησεν Ἀχιμάας καὶ εἶπε πρὸς τὸν βασιλέα· εἰρήνη· καὶ προσεκύνησε τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ εἶπεν· εὐλογητὸς Κύριος ὁ Θεός σου, ὃς ἀπέκλεισε τοὺς ἄνδρας τοὺς ἐπαραμένους τὴν χεῖρα αὐτῶν ἐν τῷ κυρίῳ μου τῷ βασιλεῖ.
29 Καὶ εἶπεν ὁ βασιλεύς· εἰρήνη τῷ παιδαρίῳ τῷ Ἀβεσσαλώμ; Καὶ εἶπεν Ἀχιμάας· εἶδον τὸ πλῆθος τὸ μέγα τοῦ ἀποστεῖλαι τὸν δοῦλον τοῦ βασιλέως Ἰωὰβ καὶ τὸν δοῦλόν σου, καὶ οὐκ ἔγνων τί ἐκεῖ.
30 Καὶ εἶπεν ὁ βασιλεύς· ἐπίστρεψον, στηλώθητι ὧδε· καὶ ἐπεστράφη καὶ ἔστη.
31 Καὶ ἰδοὺ ὁ Χουσὶ παρεγένετο καὶ εἶπε τῷ βασιλεῖ· εὐαγγελισθήτω ὁ κύριός μου ὁ βασιλεύς, ὅτι ἔκρινέ σοι Κύριος σήμερον ἐκ χειρὸς πάντων τῶν ἐπεγειρομένων ἐπὶ σέ.
32 Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τὸν Χουσί· εἰ εἰρήνη τῷ παιδαρίῳ τῷ Ἀβεσσαλώμ; Καὶ εἶπεν ὁ Χουσί· γένοιντο ὡς τὸ παιδάριον οἱ ἐχθροὶ τοῦ κυρίου μου τοῦ βασιλέως καὶ πάντες, ὅσοι ἐπανέστησαν ἐπ' αὐτὸν εἰς κακά.
33 Καὶ ἐταράχθη ὁ βασιλεὺς καὶ ἀνέβη εἰς τὸ ὑπερῷον τῆς πύλης καὶ ἔκλαυσε· καὶ οὕτως εἶπεν ἐν τῷ πορεύεσθαι αὐτόν· υἱέ μου Ἀβεσσαλώμ, υἱέ μου, υἱέ μου Ἀβεσσαλώμ, τίς δῴη τὸν θάνατόν μου ἀντὶ σοῦ; Ἐγὼ ἀντὶ σοῦ, Ἀβεσσαλώμ, υἱέ μου υἱέ μου.