Πρωτότυπο Κείμενο
ν γὰρ τῷ δωδεκάτῳ μηνί, τῇ τρισκαιδεκάτῃ τοῦ μηνός, ὅς ἐστιν Ἀδάρ, παρῆν τὰ γράμματα τὰ γραφέντα ὑπὸ τοῦ βασιλέως.
2 Ἐν αὐτῇ τῇ ἡμέρᾳ ἀπώλοντο οἱ ἀντικείμενοι τοῖς Ἰουδαίοις· οὐδεὶς γὰρ ἀντέστη, φοβούμενος αὐτούς.
3 Οἱ γὰρ ἄρχοντες τῶν σατραπῶν καὶ οἱ τύραννοι καὶ οἱ βασιλικοὶ γραμματεῖς ἐτίμων τοὺς Ἰουδαίους· ὁ γὰρ φόβος Μαρδοχαίου ἐνέκειτο αὐτοῖς.
4 Προσέπεσε γὰρ τὸ πρόσταγμα τοῦ βασιλέως ὀνομασθῆναι ἐν πάσῃ τῇ βασιλείᾳ καὶ ἐμεγαλύνετο.
5 Καὶ ἐπάταξαν οἱ Ἰουδαῖοι πληγὴν ἐν πᾶσι τοῖς ἐχθροῖς αὐτῶν πληγὴν μαχαίρας καὶ ἀναιρέσεως καὶ ἀπωλείας καὶ ἐποίησαν ἐν τοῖς μισοῦσιν αὐτοὺς κατὰ τὸ θέλημα αὐτῶν.
6 Καὶ ἐν Σούσοις τῇ πόλει ἀπέκτειναν οἱ Ἰουδαῖοι ἄνδρας πεντακοσίους,
7 τόν τε Φαρσαννὲς καὶ Δελφὼν καὶ Φασγὰ
8 καὶ Φαραδαθὰ καὶ Βαρεὰ καὶ Σαρβακὰ
9 καὶ Μαρμασιμὰ καὶ Ρουφαῖον καὶ Ἀρσαῖον καὶ Ζαβουθαῖον,
10 τοὺς δέκα υἱοὺς Ἀμὰν Ἀμαδάθου Βουγαίου τοῦ ἐχθροῦ τῶν Ἰουδαίων, καὶ διήρπασαν.
11 Ἐν αὐτῇ τῇ ἡμέρᾳ ἐπεδόθη ὁ ἀριθμὸς τῷ βασιλεῖ τῶν ἀπολωλότων ἐν Σούσοις.
12 Εἶπε δὲ ὁ βασιλεὺς πρὸς Ἐσθήρ· ἀπώλεσαν οἱ Ἰουδαῖοι ἐν Σούσοις τῇ πόλει ἄνδρας πεντακοσίους· ἐν δὲ τῷ περιχώρῳ πῶς οἴει ἐχρήσαντο; Τί οὖν ἀξίοις ἔτι, καὶ ἔσται σοι;
13 Καὶ εἶπεν Ἐσθήρ τῷ βασιλεῖ· δοθήτω τοῖς Ἰουδαίοις χρῆσθαι ὠσαύτως τὴν αὔριον, ὥστε τοὺς δέκα υἱοὺς Ἀμὰν κρεμάσαι.
14 Καὶ ἐπέτρεψεν οὕτως γενέσθαι καὶ ἐξέθηκε τοῖς Ἰουδαίοις τῆς πόλεως τὰ σώματα τῶν υἱῶν Ἀμὰν κρεμάσαι.
15 Καὶ συνήχθησαν οἱ Ἰουδαῖοι ἐν Σούσοις τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ Ἀδὰρ καὶ ἀπέκτειναν ἄνδρας τριακοσίους καὶ οὐδὲν διήρπασαν.
16 Οἱ δὲ λοιποὶ τῶν Ἰουδαίων οἱ ἐν τῇ βασιλείᾳ συνήχθησαν καὶ ἑαυτοῖς ἐβοήθουν καὶ ἀνεπαύσαυτο ἀπὸ τῶν πολεμίων· ἀπώλεσαν γὰρ αὐτῶν μυρίους πεντακισχιλίους τῇ τρισκαιδεκάτη τοῦ Ἀδὰρ καὶ οὐδὲν διήρπασαν.
17 Καὶ ἀνεπαύσαντο τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ αὐτοῦ μηνὸς καὶ ἦγον αὐτὴν ἡμέραν ἀναπαύσεως μετὰ χαρᾶς καὶ εὐφροσύνης.
18 Οἱ δὲ Ἰουδαῖοι ἐν Σούσοις τῇ πόλει συνήχθησαν καὶ τῇ τεσσαρεσκαιδεκάτῃ καὶ ἀνεπαύσαντο· ἦγον δὲ καὶ τὴν πεντεκαιδεκάτην μετὰ χαρᾶς καὶ εὐφροσύνης.
19 Διὰ τοῦτο οὖν οἱ Ἰουδαῖοι οἱ διεσπαρμένοι ἐν πάσῃ χώρᾳ τῇ ἔξω ἄγουσι τὴν τεσσαρεσκαιδεκάτην τοῦ Ἀδὰρ ἡμέραν ἀγαθὴν μετ' εὐφροσύνης ἀποστέλλοντες μερίδας ἕκαστος τῷ πλησίον.
20 Ἔγραψε δὲ Μαρδοχαῖος τοὺς λόγους τούτους εἰς βιβλίον καὶ ἐξαπέστειλε τοῖς Ἰουδαίοις, ὅσοι ἦσαν ἐν τῇ Ἀρταξέρξου βασιλείᾳ, τοῖς ἐγγὺς καὶ τοῖς μακράν,
21 στῆσαι τὰς ἡμέρας ταύτας ἀγαθὰς ἄγειν τε τὴν τεσσαρεσκαιδεκάτην καὶ τὴν πεντεκαιδεκάτην τοῦ Ἀδάρ -
22 ἐν γὰρ ταύταις ταῖς ἡμέραις ἀνεπαύσαντο οἱ Ἰουδαῖοι ἀπὸ τῶν ἐχθρῶν αὐτῶν - καὶ τὸν μῆνα, ἐν ᾦ ἐστράφη αὐτοῖς (ὃς ἦν Ἀδάρ) ἀπὸ πένθους εἰς χαρὰν καὶ ἀπὸ ὀδύνης εἰς ἀγαθὴν ἡμέραν, ἄγειν ὅλον ἀγαθὰς ἡμέρας γάμων καὶ εὐφροσύνης, ἐξαποστέλλοντας μερίδας τοῖς φίλοις καὶ τοῖς πτωχοῖς.
23 Καὶ προσεδέξαντο οἱ Ἰουδαῖοι, καθὼς ἔγραψεν αὐτοῖς ὁ Μαρδοχαῖος,
24 πῶς Ἀμὰν Ἀμαδάθου, ὁ Μακεδών, ἐπολέμει αὐτούς, καθὼς ἔθετο ψήφισμα καὶ κλῆρον ἀφανίσαι αὐτούς,
25 καὶ ὡς εἰσῆλθε πρὸς τὸν βασιλέα λέγων κρεμάσαι τὸν Μαρδοχαῖον· ὅσα δὲ ἐπεχείρησεν ἐπάξαι ἐπὶ τοὺς Ἰουδαίους κακά, ἐπ' αὐτὸν ἐγένοντο, καὶ ἐκρεμάσθη αὐτός, καὶ τὰ τέκνα αὐτοῦ.
26 Διὰ τοῦτο ἐπεκλήθησαν αἱ ἡμέραι αὖται Φρουραί διὰ τοὺς κλήρους, ὅτι τῇ διαλέκτῳ αὐτῶν καλοῦνται Φρουραί, διὰ τοὺς λόγους τῆς ἐπιστολῆς ταύτης καὶ ὅσα πεπόνθασι διὰ ταῦτα καὶ ὅσα αὐτοῖς ἐγένετο,
27 καὶ ἔστησε· καὶ προσεδέχοντο οἱ Ἰουδαῖοι ἐφ' ἑαυτοῖς καὶ ἐπὶ τῷ σπέρματι αὐτῶν καὶ ἐπὶ τοῖς προστεθειμένοις ἐπ' αὐτῶν, οὐδὲ μὴν ἄλλως χρήσονται. Αἱ δὲ ἡμέραι αὖται μνημόσυνον ἐπιτελούμενον κατὰ γενεὰν καὶ γενεὰν καὶ πόλιν καὶ πατριὰν καὶ χώραν.
28 Αἱ δὲ ἡμέραι αὖται τῶν Φρουραὶ ἀχθήσονται εἰς τὸν ἄπαντα χρόνον, καὶ τὸ μνημόσυνον αὐτῶν οὐ μὴ ἐκλίπῃ ἐκ τῶν γενεῶν.
29 Καὶ ἔγραψεν Ἐσθήρ ἡ βασίλισσα θυγάτηρ Ἀμιναδὰβ καὶ Μαρδοχαῖος ὁ Ἰουδαῖος ὅσα ἐποίησαν τό τε στερέωμα τῆς ἐπιστολῆς τῶν Φρουραί.
30 Καὶ Μαρδοχαῖος καὶ Ἐσθήρ ἡ βασίλισσα ἔστησαν ἑαυτοῖς καθ'  ἑαυτῶν, καὶ τότε στήσαντες κατὰ τῆς ὑγιείας ἑαυτῶν καὶ τὴν βουλὴν αὐτῶν.
31 Καὶ Ἐσθήρ λόγῳ ἔστησεν εἰς τὸν αἰῶνα, καὶ ἐγράφη εἰς μνημόσυνον.