οῦ Κυρίου δεηθῶμεν
Ὁ Θεὸς τῶν θεῶν, καὶ Κύριος τῶν κυρίων, ὁ τῶν πυρίνων ταγμάτων δημιουργός, καὶ τῶν ἀΰλων Δυνάμεων τεχνουργός, ὁ τῶν ἐπουρανίων καὶ τῶν ἐπιγείων τεχνίτης· ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται· ὃν φοβεῖται καὶ τρέμει πᾶσα ἡ κτίσις· ὁ τὸν τραχηλιάσαντα πότε Ἀρχιστράτηγον καὶ τὴν τούτου λειτουργίαν παρακοὴ ἀθετήσαντα, ρήξας ἐπὶ τὴν γῆν, καὶ τοὺς συναποστάτας αὐτῷ ἀγγέλους, δαίμονας γενομένους, εἰς σκότωσιν βυθοῦ ταρταρώσας· δὸς τὸν ἀφορκισμὸν τοῦτον, ἐπὶ τῷ φρικτῷ ὀνόματί σου τελούμενον, φόβῳ γενέσθαι αὐτῷ τῷ προηγουμένῳ τῆς πονηρίας, καὶ πάσαις ταῖς φάλαγξιν αὐτοῦ, ταῖς συνεκπεσούσαις αὐτῷ ἐκ τῆς ἄνω φωτοφορίας, καὶ τρέψον αὐτὸν εἰς φυγήν, καὶ ἐπίταξον αὐτῷ καὶ τοῖς δαίμοσιν αὐτοῦ ἀναχωρῆσαι παντελῶς· ἵνα μή τι βλαβερὸν κατὰ τῆς ἐσφραγισμένης εἰκόνος ἐργάσηται· ἀλλὰ λαβέτωσαν ἰσχὺν οὗτοι οἱ ἐσφραγισμένοι κραταιότητος τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.
Σοῦ γὰρ ὑμνεῖται καὶ μεγαλύνεται, καὶ ἀπὸ πάσης πνοῆς ἐν φόβῳ δοξάζεται τὸ πανάγιον ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
οῦ Κυρίου δεηθῶμεν
Ἐξορκίζω σε τὸν ἀρχέκακον τῆς βλασφημίας, τὸν ἀρχηγὸν τῆς ἀνταρσίας, καὶ αὐτουργὸν τῆς πονηρίας.
Ἐξορκίζω σε τὸν ἐκριφθέντα ἐκ τῆς ἄνω φωτοφορίας, καὶ σκότῳ βυθοῦ κατενεχθέντα διὰ τὴν ἔπαρσιν.
Ἐξορκίζω σε, καὶ πᾶσαν τὴν ἐκπεσοῦσαν δύναμιν, τῆς σῆς ἀκόλουθον προαιρέσεως.
Ὁρκίζω σε, πνεῦμα ἀκάθαρτον, κατὰ τοῦ Θεοῦ Σαβαώθ, καὶ πάσης στρατιᾶς Ἀγγέλων Θεοῦ, Ἀδωναΐ, Ἐλωΐ, Θεοῦ Παντοκράτορος.
Ἔξελθε καὶ ἀπαναχώρησον ἀπὸ τοῦ δούλου τοῦ Θεοῦ (τοῦδε).
Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ πάντα λόγῳ κτίσαντος, καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ Μονογενοῦς Υἱοῦ αὐτοῦ, τοῦ πρὸ τῶν αἰώνων άρρήτως καὶ ἀπαθῶς ἐξ αὐτοῦ γεννηθέντος· τοῦ τὴν ἀόρατον καὶ ὁρατὴν κτίσιν δημιουργήσαντος, καὶ τοῦ κατ’ εἰκόνα ἰδίαν τὸν ἄνθρωπον πλαστουργήσαντος· τοῦ νόμῳ πρότερον φυσικῶς τοῦτον παιδαγωγήσαντος· καὶ Ἀγγέλων ἐπιστασίᾳ φυλάξαντος· τοῦ ὕδατι τὴν ἁμαρτίαν κατακλύσαντος ἄνωθεν, καὶ τὰς ὑπ’ οὐρανὸν ἀβύσσους ἀναστομώσαντος, καὶ γίγαντας ἀσεβήσαντας καταφθείραντος, καὶ πύργον τῶν βεβήλων κατασείσαντος, καὶ γῆν Σοδόμων καὶ Γομόρρων πυρὶ καὶ θείῳ τεφρώσαντος, οὗ μάρτυς καπνὸς ἀκοίμητος ἑξατμίζεται· τοῦ ράβδῳ πέλαγος ρήξαντος καὶ λαὸν ἀβρόχοις ποσὶ περάσαντος, καὶ τύραννον Φαραώ, καὶ στρατὸν θεόμαχον, εἰς αἰῶνα τοῖς κύμασι κατακλύσαντος τῆς ἀσεβείας πόλεμον· τοῦ ἐπ’ ἐσχάτων ἐκ Παρθένου ἁγνῆς σαρκωθέντος ἀνεκλαλήτως, καὶ σώας τὰς σφραγῖδας τῆς ἁγνείας φυλάξαντος· τοῦ πλῦναι βαπτίσματι τὸν παλαιὸν ἡμῶν ρύπον εὐδοκήσαντος, ὃν ἡμεῖς διὰ τῆς παραβάσεως ἐπεσπασάμεθα.
Ἐξορκίζω σε, κατὰ τοῦ βαπτισθέντος ἐν Ἰορδάνη καὶ τύπον ἡμῖν ἀφθαρσίας ἐν ὕδατι κατὰ χάριν παρεχομένου, ὃν Ἄγγελοι καὶ πᾶσαι αἱ Δυνάμεις τῶν οὐρανῶν κατεπλάγησαν, τὸν σαρκωθέντα Θεὸν βλέπουσαι μετριάσαντα, ὅτε ὁ ἄναρχος Πατὴρ τὴν ἄναρχον γέννησιν τοῦ Υἱοῦ ἀπεκάλυψε, καὶ τοῦ Ἁγίου Πνεύματος ἡ κατάβασις τῆς Τριάδος τὴν ἕνωσιν ἐμαρτύρησεν.
Ὁρκίζω σε, κατ’ ἐκείνου τοῦ ἄνεμον ἐπιτιμήσαντος, καὶ κλήδωνα θαλάσσης πραΰναντος· τοῦ στίφη δαιμόνων ἐκδιώξαντος, καὶ κόρας ὀμμάτων, ἀπὸ μήτρας λειπούσας, πηλῷ τυφλοῖς ἀναβλέψαι ἐναρμόσαντος καὶ τὴν ἀρχαίαν τοῦ γένους ἠμῶν διάπλασιν ἀνακαινίσαντος, καὶ ἀλάλοις τὸ λαλεῖν ἀνορθώσαντος· τοῦ στίγματα λέπρας ἀποσμήξαντος καὶ νεκροὺς ἐκ τάφων ἀναστήσαντος· τοῦ μέχρι ταφῆς τοῖς ἀνθρώποις ὁμιλήσαντος, καὶ τὸν Ἅδην ἐγέρσει σκυλεύσαντος, καὶ πᾶσαν τὴν ἀνθρωπότητα, ἀνάλωτον τὸ θανάτο κατασκευάσαντος.
Ὁρκίζω σε, κατὰ Θεοῦ τοῦ Παντοκράτορος τοῦ τῇ θεοπνεύστῳ φωνῇ τοὺς ἀνθρώπους ἐπνεύσαντος, καὶ τοῖς Ἀποστόλοις συμπράξαντος, καὶ πᾶσαν τὴν οἰκουμένην εὐσεβείας πληρώσαντος. Φοβήθητι, φύγε, δραπέτευσον, ἀναχώρησον, δαιμόνιον ἀκάθαρτον καὶ ἐναγές, καταχθόνιον, βύθιον, ἀπατηλόν, ἄμορφον, θεατὸν δι’ ἀναίδειαν, ἀθέατον διὰ τὴν ὑπόκρισιν, ὅπου ἂν τυγχάνῃς, ἢ ἀπέρχη, ἢ αὐτὸς εἶ ὁ Βελζεβούλ, ἢ κατασείων, ἢ δρακοντοειδής, ἢ θηριοπρόσωπος, ἢ ὡς ἀτμίς, ἢ ὡς καπνὸς φαινόμενος, ἢ ὡς ἄρσεν, ἢ ὡς θῆλυ, ἢ ὡς ἑρπετόν, ἢ ὡς πετεινόν, ἢ νυκτόλαλον, ἢ κωφόν, ἢ ἄλαλον· ἢ ἐκφοβοῦν ἐξ ἐπιδρομῆς, ἢ σπαράσσον, ἢ ἐπιβουλεῦον, ἢ ἐν ὕπνῳ βαρεῖ, ἢ ἒν νόσῳ, ἢ ἐν μαλακίᾳ, ἢ ἐν γέλωτι ρέμβον, ἢ δάκρυα φιλήδονα ἐμποιοῦν, ἢ λάγνον, ἢ δυσῶδες, ἢ ἐπιθυμητικόν, ἢ ἡδονικόν, ἢ φαρμακόφιλον, ἢ ἐρωτομανές, ἢ ἀστρομαγικόν, ἢ ἐνοικηματικόν, ἢ ἀναιδὲς ἢ φιλόνεικον, ἢ ἀκατάστατον· ἢ τῇ σελήνῃ συναλλοιούμενον, ἢ χρόνῳ τινὶ συντρεπόμενον· ἢ ὀρθρινόν, ἢ μεσημβρινόν, ἢ μεσονυκτικόν, ἢ ἀωρίας τινός, ἢ αὐγῆς· ἢ αὐτομάτως συνήντησας, ἢ ἐπέμφθης ὑπὸ τίνος, ἢ προσεπέλασας ἄφνω, ἢ ἐν θαλάσσῃ, ἢ ἐν ποταμῷ, ἢ ὑπὸ γῆς, ἢ φρέατος, ἢ ἐκ κρημνοῦ, ἢ ἐκ λάκκου, ἢ λίμνης, ἢ καλαμῶνος, ἢ ὕλης, ἢ ἀπογαίου, ἢ ἀκαθάρτου, ἢ ἄλσους, ἢ δρυμῶνος, ἢ δένδρου, ἢ ὀρνέου, ἢ βροντῆς, ἢ ἐκ στέγης λουτροῦ, ἢ ἐν κολυμβήθρα ὑδάτων, ἢ ἐκ μνήματος εἰδωλικοῦ, ἢ ὅθεν ἴσμεν καὶ οὒκ ἴσμεν, ἢ γνωστὸν ἢ ἄγνωστον, καὶ ἐξ ἀπερισκέπτου τόπου· μερίσθητι καὶ ἀπαλλάγηθι.
Αἰσχύνθητι τὴν εἰκόνα, τὴν χειρὶ Θεοῦ πλασθεῖσαν καὶ μορφωθεῖσαν.
Φοβήθητι τοῦ σαρκωθέντος Θεοῦ τὸ ὁμοίωμα, καὶ μὴ ἐγκρυβῇς εἰς τὸν δοῦλον τοῦ Θεοῦ (τοῦδε)· ἀλλά, ράβδος σιδηρᾶ καὶ κάμινος πυρός, καὶ τάρταρος, καὶ ὀδόντων βρυγμός, ἄμυνα τῆς παρακοῆς σὲ περιμένει.
Φοβήθητι, φιμώθητι, φύγε· μὴ ὑποστρέψῃς, μὴ ὑποκρυβῇς μεθ’ ἑτέρας πονηρίας πνευμάτων ἀκαθάρτων, ἀλλὰ ἄπελθε εἰς γῆν ἄνυδρον, ἔρημον, ἀγεώργητον, ἣν ἄνθρωπος οὐκ οἰκεῖ, Θεὸς μόνος ἐπισκοπεῖ, ὁ δευσμεύων πάντας τοὺς βασκαίνοντας καὶ ἐπιβουλεύοντας τῇ αὐτοῦ εἰκόνι, καὶ σειραῖς ζόφου ταρταρώσας εἰς μακρὰν νύκτα καὶ ἡμέραν σὲ πάντων τῶν κακῶν πεπειραμένον καὶ ἐφευρέτην, διάβολον· ὅτι μέγας ὁ φόβος τοῦ Θεοῦ, καὶ μεγάλη ἡ δόξα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
οῦ Κυρίου δεηθῶμεν
Ὁ Θεὸς τῶν οὐρανῶν, ὁ Θεὸς τῶν φώτων, ὁ Θεὸς τῶν Ἀγγέλων τῶν ὑπὸ τὴν σὴν ἰσχύν, ὁ Θεὸς τῶν Ἀρχαγγέλων τῶν ὑπὸ τὸν σὸν κράτος, ὁ Θεὸς τῶν ἐνδόξων Κυριοτήτων, ὁ Θεὸς τῶν Ἁγίων, ὁ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ τὰς δεσμευθείσας τῷ θανάτῳ ψυχὰς λύσας· ὁ τὸν προσηλωθέντα ἄνθρωπον τῷ σκότει, διὰ τοῦ μονογενοῦς σου Υἱοῦ φωτίσας· ὁ λύσας τὰς ὀδύνας ἠμῶν καὶ πᾶν βάρος ἀποσκεδάσας· ὁ πᾶσαν τὴν προσβολὴν τοῦ ἐχθροῦ ἀφ’ ἡμῶν χωρίσας· καὶ σύ, Υἱὲ καὶ Λόγε τοῦ Θεοῦ, ὁ ἀποθανατίσας ἠμᾶς τῷ θανάτῳ σου καὶ δοξάσας ἡμᾶς τῇ δόξῃ σου· ὁ ἐξ ἀνθρώπων χωρεῖν εἰς Θεὸν ἐγέρσει τῇ σῇ χαρισάμενος· ὁ πάντα δεσμὸν τῶν ἁμαρτιῶν ἠμῶν διὰ τοῦ Σταυροῦ σου βαστάσας· ὁ τὸ σύντριμμα αὐτῶν ἀναλαβὼν καὶ ἰασάμενος Κύριε· ὁ ὁδοποιήσας ἠμῖν ὁδὸν εἰς οὐρανούς, καὶ φθορὰν εἰς ἀφθαρσίαν μετασκευάσας· εἰσάκουσόν μου, πόθῳ καὶ φόβῳ κεγραγότος πρὸς σέ, Οὗ τῷ φόβῳ τὰ ὄρη τήκονται τῆς ὑπ οὐρανὸν σὺν τῷ στερεώματι· Οὗ τῇ δυνάμει ἄλαλοι στοιχείων ψυχαὶ φρίττουσι, τηροῦσαι τοὺς ἑαυτῶν ὄρους· δι’ Οὗ τὸ πῦρ τὸ τῆς ἐκδικήσεως οὐχ ὑπερβήσεται ὄρους  τοὺς ταχθέντας αὐτῷ, ἀλλ’ ἀναμένει στενὸν τὴν σὴν βουλήν· δι’ Ὃν πᾶσα ἡ κτίσις ὠδίνει, στενάζουσα στεναγμοῖς ἀλαλήτοις, εἰς καιροὺς μένειν ἐπιταχθεῖσα· Ὃν πᾶσα φύσις ἐναντία πέφευγε, καὶ τοῦ ἐχθροῦ στρατιὰ δεδάμασται, καὶ διάβολος πέπτωκε, καὶ ὄφις πεπάτηται, καὶ δράκων ἀνῄρηται· δι’ Ὃν τὰ ἔθνη ὁμολογήσαντα σὲ ἐφωτίσθησαν καὶ ἐκραταιώθησαν ἐν σοί, Κύριε· δι’ Ὃν ζωὴ πεφανέρωται, ἐλπὶς ἤδρασται ἡ πίστις κεκράτηται, τὸ Εὐαγγέλιον κεκήρυκται δι' Ὃν ὁ ἄνθρωπος ἐκ τῆς γῆς ἀναπέπλασταται, πιστεύσας ἐν σοί.
Τίς γάρ ἐστιν ὡς σύ, Θεὸς παντοκράτορ διόμεθά σου, Θεὲ Πατέρων καὶ Κύριε τοῦ ἐλέους, προαιώνιε καὶ ὑπερούσιε· τὸν πρὸς σὲ ἐληληθότα ἐπὶ τὸ ἁγίῳ ὀνόματί σου, καὶ τοῦ ἠγαπημένου σου παιδός, Ἰησοῦ Χριστοῦ, καὶ τοῦ Ἁγίου καὶ παντοδυνάμου καὶ ζωποιοῦ σου Πεύματος πρόσδεξαι. Ἀποσόβησον ἀπὸ τῆς ψυχῆς αὐτοῦ πᾶσαν μαλακίαν, πᾶσαν ἀπιστίαν, πᾶν πνεῦμα ἀκάθαρτον, σπαρακτικόν, καταχθόνιον, πύρινον, δυσωδιακόν, ἐπιθυμητικόν, φιλόχρυσον, φιλάργυρον, τυφωνικόν, πορνικόν, πᾶν δαιμόνιον ἀκάθαρτον, σκοτεινόν, ἄμορφον, ἀναιδές.
Ναί, ὁ Θεός, ἀπέλασον ἀπὸ τοῦ δούλου σου (τοῦ δεῖνος) πᾶσαν ἐνέργειαν τοῦ διαβόλου, πᾶσαν μαγείαν, πᾶσαν φαρμακείαν, εἰδωλολατρείαν, ἀστρομαντείαν, ἀστρολογίαν, νεκρομαντείαν, ὀρνεοσκοπίαν, ἡδυπάθειαν, ἔρωτα, φιλαργυρίαν, μέθην, πορνείαν, μοιχείαν, ἀσέλγειαν, ἀναίδειαν, ὀργήν, φιλονεικίαν, ἀκαταστασίαν καὶ πᾶσαν ὑπόνοιαν πονηράν.
Ναί, Κύριε, ὁ Θεὸς ἠμῶν ἐμφύσησον ἐν αὐτῷ τὸ Πνεῦμα σου τὸ εἰρηνικόν, ὅπως φρουρούμενος ὑπ’ αὐτοῦ, ποιήσῃ καρπὸν πίστεως, ἀρετῆς, σοφίας, ἁγνείας, ἐγκρατείας, ἀγάπης, χρηστότητος, ἐλπίδος, πραότητος, μακροθυμίας, ὑπομονῆς, σωφροσύνης, συνέσεως· ὅτι σοὶ ἐπικέκληται δοῦλος, ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, πιστεύων εἰς τὴν ὁμοούσιον Τριάδα, συμμαρτυρούντων Ἀγγέλων, Ἀρχαγγέλων, ἐνδόξων Κυριοτήτων, καὶ πάσης οὐρανίου στρατιᾶς.
Σὺν τούτῳ φύλαξον καὶ τὰς καρδίας ἠμῶν, ὅτι δυνατὸς εἶ Κύριε· καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.