οῦ Κυρίου δεηθῶμεν
Βασιλεῦ Οὐράνιε Παράκλητε τὸ Πνεῦμα τῆς Ἀληθείας, ὁ πανταχοῦ παρών καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, ὁ ποιητὴς τῶν ἄνω καὶ καὶ τῶν κάτω καὶ πάντων τῶν ὄντων ἐμφανῶν καὶ ἀφανῶν ὁ δοὺς ἐξουσίαν καὶ δύναμιν τοῖς Σοῖς μαθηταῖς καὶ Ἀποστόλοις, θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐπειγομένην τοῖς ἀνθρώποις, ἐπάκουσον καὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἐν τῷ ὥρα ταύτῃ καὶ δίωξον καὶ ἐξάλειψον ἐκ τοῦ δούλου Σου (δεῖνος) πᾶν πονηρὸν καὶ ἀκάθαρτον καὶ πᾶσαν πονηρὰν ἀσθένειαν καὶ ἐπιβουλήν τοῦ ἀντικειμένου δι’ εὐχῶν καὶ δεήσεων τῶν ἁγίων Σου ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων Πέτρου καὶ Παύλου, Μάρκου καὶ Λουκᾶ, Φιλίππου καὶ Ματθαίου, Ἰωάννου καὶ Θῶμα, Ἀνδρέου καὶ Ἰακώβου καὶ πάντων τῶν ἁγίων Ἀποστόλων καὶ τῶν ἑβδομήκοντα τῶν καταβαλόντων τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, τουτέστι τὸν διάβολον, ὅπως δραπετεύσῃ καὶ ἐκκρυβῇ εἰς τόπον ἡτοιμασμένον αὐτῷ καὶ πᾶσι τῆς μετ’ αὐτοῦ καὶ οὐδὲν τῆς ἀδικίας αὐτοῦ ἀδικήσει τὸν δοῦλον Σου τοῦτον.
Ἐπακούσατε οὖν, Ἅγιοι Ἀπόστολοι, ἐμοῦ τοῦ δεομένου ἐν τῇ ὥρᾳ ταύτῃ καὶ περιφυλάξατε τὸν δοῦλον ὑμῶν (τάδε) ἀπὸ πάσης ἐπηρείας δαιμονικῆς, διὰ τοῦ ὀνόματος τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος.
Εἶτα τὸ Ἀπολυτίκιον τὸν Ἀγ. Κυπριανοῦ. Ἦχος Δ'.
Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε εἰς θεωρίας ἐπίβασιν, διὰ τοῦτον τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, ἱερομάρτυς. Κυπριανέ, πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἠμῶν. 
Καὶ τὸ Κοντάκιον. Ἦχος Α'. Χορὸς γγελικός.
Ἐκ τέχνης μαγικῆς, ἐπιστρέψας θέοφρον, πρὸς γῶσιν θεϊκήν, ἀνεδείχθης τῷ κόσμῳ, ἀκέστωρ σοφώτατος, τὰς ἰάσεις δωρούμενος, τοῖς τιμῶσι σε, Κυπριανὲ σὺν Ἰουστίνῃ μεθ’ ἧς πρέσβευε τῷ φιλανθρώπῳ Δεσπότῃ σωθῆναι τοὺς δούλους σου.
Ἀναστήτω ὁ Θεὸς καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ καὶ φυγέτωσαν ἀπὸ προσώπου Αὐτοῦ οἱ μισοῦντες Αὐτόν.
Ὡς ἐκλείπει καπνὸς ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.