Πρωτότυπο Κείμενο
ς καταιγὶς δι' ἐρήμου διέλθοι ἐξ  ἐρήμου ἐρχομένη ἐκ γῆς, φοβερὸν
2 τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι. Ὁ ἀθετῶν ἀθετεῖ, ὁ ἀνομῶν ἀνομεῖ. Ἐπ' ἐμοὶ οἱ Ἐλαμῖται, καὶ οἱ πρέσβεις τῶν Περσῶν ἐπ' ἐμὲ ἔρχονται. Νῦν στενάξω καὶ παρακαλέσω ἐμαυτόν.
3 Διὰ τοῦτο ἐνεπλήσθη ἡ ὀσφύς μου ἐκλύσεως, καὶ ὠδῖνες ἔλαβόν με ὡς τὴν τίκτουσαν· ἠδίκησα τοῦ μὴ ἀκοῦσαι, ἐσποῦδασα τοῦ μὴ βλέπειν.
4 Ἡ καρδία μου πλανᾶται, καὶ ἡ ἀνομία με βαπτίζει, ἡ ψυχή μου ἐφέστηκεν εἰς φόβον.
5 Ἐτοίμασον τὴν τράπεζαν· φάγετε, πίετε· ἀναστάντες, οἱ ἄρχοντες, ἐτοιμάσατε θυρεούς.
6 Ὅτι οὕτως εἶπε πρός με Κύριος· βαδίσας σεαυτῷ στῆσον σκοπὸν καὶ ὃ ἂν ἴδῃς ἀνάγγειλον·
7 καὶ εἶδον ἀναβάτας ἰππεῖς δύο καὶ ἀναβάτην ὄνου καὶ ἀναβάτην καμήλου. Ἀκρόασαι ἀκρόασιν πολλὴν
8 καὶ κάλεσον Οὐρίαν εἰς τὴν σκοπιὰν Κυρίου. Καὶ εἶπεν· ἔστην διαπαντὸς ἡμέρας καὶ ἐπὶ τῆς παρεμβολῆς ἐγὼ ἔστην ὅλην τὴν νύκτα,
9 καὶ ἰδοὺ αὐτὸς ἔρχεται ἀναβάτης ξυνωρίδος. Καὶ ἀποκριθεὶς εἶπε· πέπτωκε πέπτωκε Βαβυλών, καὶ πάντα τὰ ἀγάλματα αὐτῆς, καὶ τὰ χειροποίητα αὐτῆς συνετρίβησαν εἰς τὴν γῆν.
10 Ἀκούσατε, οἱ καταλελειμμένοι καὶ οἱ ὀδυνώμενοι, ἀκούσατε ἃ ἤκουσα παρὰ Κυρίου σαβαώθ· ὁ Θεὸς τοῦ Ἰσραὴλ ἀνήγγειλεν ἡμῖν.
11 Τὸ  ὅραμα τῆς Ἰδουμαίας.
Πρὸς ἐμὲ καλεῖ παρὰ τοῦ Σηείρ· φυλάσσετε   ἐπάλξεις.
12 Φυλάσσω τὸ πρωῒ καὶ τὴν νύκτα· ἐὰν ζητῇς, ζήτει καὶ παρ' ἐμοὶ οἴκει·
13 ἐν τῷ δρυμῷ ἑσπέρας κοιμηθήσῃ ἐν τῇ ὁδῷ Δαιδάν.
14 Εἰς συνάντησιν διψῶντι ὕδωρ φέρετε, οἱ ἐνοικοῦντες ἐν χώρᾳ Θαιμάν, ἄρτοις συναντᾶτε τοῖς φεύγουσι διὰ τὸ πλῆθος τῶν πεφονευμένων
15 καὶ διὰ τὸ πλῆθος τῶν πλανωμένων καὶ διὰ τὸ πλῆθος τῆς μαχαίρας καὶ διὰ τὸ πλῆθος τῶν τοξευμάτων τῶν διατεταμένων καὶ διὰ τὸ πλῆθος τῶν πεπτωκότων ἐν τῷ πολέμῳ.
16 Διότι οὕτως εἶπέ μοι Κύριος· ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισθωτοῦ, ἐκλείψει ἡ δόξα τῶν υἱῶν Κηδάρ,
17 καὶ τὸ κατόλοιπον τῶν τοξευμάτων τῶν ἰσχυρῶν υἱῶν Κηδάρ, ἔσται ὀλίγον, ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ ἐλάλησεν.