Πρωτότυπο Κείμενο
ύριε, τὶ ἐπληθύνθησον οἱ θλίβοντές μέ; Πολλοὶ ἐπανίστανται ἐπ' ἐμέ· 
3 πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὔκ ἐστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. (διάψαλμα).
4 Σὺ δέ, Κύριε, ὀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.
5 Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἑπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. (διάψαλμα).
6 Ἐγὼ δὲ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου.
7 Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι.
8 Ἀνάστα, Κύριε, σῶσόν μέ, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς  μοι  ματαίως,  ὀδόντος ἁμαρτωλῶν συνέτριψας.
9 Τοῦ Κυρίου ἡ  σωτηρία,  καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.