Πρωτότυπο Κείμενο
ύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ· ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.
3 Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον ἕνεκα τῶν ἐχθρῶν σου τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν.
4 Ὅτι ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας,  ἃ σὺ ἐθεμελίωσας·
5 τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; Ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτὸν;
6 Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν,
7 καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα  τῶν χειρῶν σου· πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν  αὐτοῦ,  
8 πρόβατα καὶ βόας ἁπάσας,  ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου,
9 τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, τῇ διαπορευόμενα τρίβους θαλασσῶν.
10 Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.