Πρωτότυπο Κείμενο
ρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου  ἐπορεύθην καὶ ἐπὶ τῷ Κυρίῳ ἐλπίζων οὐ μὴ ἀσθενήσω.
2 Δόκιμασόν με, Κύριε, καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου.
3 Ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μού ἐστι, καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου.
4 Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω·
5 ἐμίσησα ἐκκλησίαν πονηρευομένων καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω.
6 Νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε,
7 τοῦ  ἀκοῦσαί  με  φωνῆς αἰνέσεως κοὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου.
8 Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου καὶ τόπον σκηνώματος δόξης σου.
9 Μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου,
10 ὧν ἐν χερσὶν  ἀνομίαι, ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων.
11 Ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην· λύτρωσαί με καὶ ἐλέησόν με.
12 Ὁ πούς μου ἔστη ἐν εὐθύτητι· ἐν ἐκκλησίαις εὐλογήσω σε, Κύριε.