Πρωτότυπο Κείμενο
άντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.
3 Ὅτι Κύριος ὕψιστος, φοβερός, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. 
4 Ὑπέταξε λαοὺς  ἡμῖν  καὶ  ἔθνη  ὑπὸ τοὺς  πόδας ἡμῶν·
5 ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ, τὴν καλλονὴν Ἰακώβ, ἣν ἠγάπησε. (διάψαλμα).
6 Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ Κύριος ἐν φωνῇ σάλπιγγος.
7 Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε, ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε,
8 ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ Θεός, ψάλατε συνετῶς.
9 Ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη, ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ.
10 Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἁβραάμ, ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπῄρθησαν.