Πρωτότυπο Κείμενο
  Θεὸς  εἰς τὴν βοήθειάν μου πρόσχες· Κύριε, εἰς τὸ βοηθῆσαί μοι  σπεῦσον.
3 Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου· ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μοι κακά·
4 ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι· εὖγε εὖγε.
5 Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, ὁ Θεός, καὶ λεγέτωσαν διαπαντός· μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου.
6 Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης· ὁ Θεός, βοήθησον μοι. Βοηθός μου καὶ ρύστης μου εἶ σύ· Κύριε, μὴ χρονίσῃς.