Πρωτότυπο Κείμενο
  Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ  δὲ θεοὺς διακρινεῖ.
2 Ἕως πότε κρίνετε ἀδικίαν καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; (διάψαλμα).
3 Κρίνατε ὀρφανῷ καὶ πτωχῷ, ταπεινὸν καὶ πένητα δικαιώσατε·
4 ἐξέλεσθε πένητα καὶ πτωχόν, ἐκ χειρὸς ἁμαρτωλοῦ ρύσασθε αὐτόν.
5 Οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται· σαλευθήσονται πάντα τὰ θεμέλια τῆς γῆς.
6 Ἐγὼ εἶπα· θεοὶ ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες·
7 ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε καὶ ὡς εἶς τῶν ἀρχόντων πίπτετε.
8 Ἀνάστα, ὁ Θεός, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν.