Πρωτότυπο Κείμενο
Κύριος ἐβασίλευσεν, εὐπρέπειαν· ἐνεδύσατο, ἐνεδύσατο Κύριος, δύναμιν καὶ περιεζώσατο·  καὶ γὰρ ἐστερέωσε  τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
2 Ἔτοιμος ὁ θρόνος σου ἀπὸ τότε ἀπὸ τοῦ αἰῶνος σὺ εἶ.
3 Ἐπῇραν οἱ ποταμοί, Κύριε, ἐπῇραν οἱ ποταμοὶ φωνὰς αὐτῶν· ἀροῦσιν οἱ ποταμοὶ ἐπιτρίψεις αὐτῶν.
4 Ἀπὸ φωνῶν ὑδάτων πολλῶν θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος.
5 Τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα· τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.