Πρωτότυπο Κείμενο
ακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν τοῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα·
2 δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ, γενεὰ εὐθέων εὐλογηθήσεται.
3 Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
4 Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν ἐλεήμων καὶ οἰκτίρμων καὶ δίκαιος.
5 Χρηστὸς ἀνὴρ ὁ οἰκτοίρων καὶ κιχρῶν· οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει,
6 ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται, εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος.
7 Ἀπὸ ἀκοῆς πονηρὸς οὐ φοβηθήσεται· ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ Κύριον.
8 Ἐστήρικται ἡ καρδία αὐτοῦ, οὐ μὴ φοβηθῇ, ἕως οὗ ἐπίδῃ ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ·
9 ἐσκόρπιοεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ.
10 Ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται, τοὺς ὀδόντος αὐτοῦ βρύξει καὶ τακήσεται· ἐπιθυμία ἁμαρτωλοῦ ἀπολεῖται.