Πρωτότυπο Κείμενο
γάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου,
2 ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι.
3 Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με· θλῖψιν καὶ ὀδύνην εὗρον,
4 καὶ τὸ ὄνομά Κυρίου ἐπεκαλεσάμην· ὦ Κύριε, ρῦσαι τὴν ψυχήν μου.
5 Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ.
6 Φυλάσσων τὰ νήπια ὁ Κύριος· ἐταπεινώθην καὶ ἔσωσέ με.
7 Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε,
8 ὅτι ἐξείλατο τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος.
9 Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων.