Πρωτότυπο Κείμενο
πίστευσα, διὸ ἐλάλησα· ἐγὼ δὲ ἐταπεινώθην σφόδρα.
2 Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· πᾶς ἄνθρωπος ψεύστης.
3 Τί ἀνταποδώσω τῷ Κυρίῳ περ' πάντων, ὧν ἀνταπέδωκέ μοι;
4 Ποτήριον σωτηρίου λήψομαι καὶ τὸ ὄνομα  Κυρίου  ἐπικαλέσομαι.
5 Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ.
6 Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
7 Ὦ Κύριε, ἐγὼ δοῦλος σός, ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου. Διέρρηξας τοὺς δεσμούς μου,
8 σοὶ θύσω θυσίαν αἰνέσεως καὶ ἐν ὀνόματι Κυρίου ἐπικαλέσομαι.
9 Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς  τοῦ λαοῦ αὐτοῦ,
10 ἐν  αὐλαῖς οἴκου  Κυρίου, ἐν μέσῳ σου, Ἱερουσαλήμ.