Πρωτότυπο Κείμενο
ἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω  δὴ Ἰσραήλ·
2 εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ' ἡμᾶς,
3 ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ' ἡμᾶς·
4 ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς, χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν·
5 ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον.
6 Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν.
7 Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐρρύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων· ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐρρύσθημεν.
8 Ἡ βοήθεια ἡμῶν ἐν ὀνόματι Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.