Πρωτότυπο Κείμενο
ὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες· ἐὰν  μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην  ἠγρύπνησεν ὁ φυλάσσων.
2 Εἰς μάτην ὑμῖν ἐστι τὸ ὀρθρίζειν, ἐγείρεσθαι μετὰ τὸ καθῆσθαι, οἱ ἐσθίοντες ἄρτον ὀδύνης, ὅταν δῷ τοῖς ἀγοπητοῖς αὐτοῦ ὕπνον.
3 Ἰδοὺ  ἡ κληρονομία Κυρίου υἱοί, ὁ μισθὸς τοῦ  καρποῦ τῆς  γαστρός.
4 Ὡσεὶ  βέλη ἐν χειρὶ δυνατοῦ,  οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων.
5 Μακάριος ὃς πληρώσει τὴν ἐπιθυμίαν αὐτοῦ ἐξ αὐτῶν· οὐ καταισχυνθήσονται, ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτῶν ἐν πύλαις.