Πρωτότυπο Κείμενο
λεονάκις ἐπολέμησάν με ἐκ νεότητός  μου, εἰπάτω δὴ Ἰσραήλ·
2 πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι.
3 Ἐπὶ τὸν νῶτόν μου ἐτέκταινον οἱ ἁμαρτωλοί, ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν.
4 Κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν.
5 Αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών.
6 Γενηθήτωσαν ὡσεὶ χόρτος δωμάτων, ὃς πρὸς τοῦ ἐκσπασθῆναι ἐξηράνθη·
7 οὗ οὐκ ἐπλήρωσε τὴν χεῖρα αὐτοῦ ὁ θερίζων καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων,
8 καὶ οὐκ εἶπαν οἱ παράγοντες· εὐλογία Κυρίου ἐφ' ὑμᾶς, εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι Κυρίου.