Πρωτότυπο Κείμενο
κ βαθέων ἐκέκραξά σοι Κύριε·
2 Κύριε, εἰσάκουσον τῆς φωνῆς μου· γενηθήτω τὰ ὦτά σου προσέχοντο εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
3 Ἐὰν ἀνομίας παρατηρήσῃς Κύριε Κύριε, τίς ὑποστήσεται;
4 Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
5 Ἕνεκεν τοῦ ὀνόματος σου (Ἄλλη γρ. νόμου σου) ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου (Ἄλλη γρ. νόμον αὐτοῦ ἢ λόγον αὐτοῦ).
6 Ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός· ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον·
7 ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις,
8 καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.