Πρωτότυπο Κείμενο
ύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ  ἐμετεωρίσθησαν  οἱ ὀφθαλμοί μου, οὐδὲ ἐπορεύθην ἐν μέγαλοις, οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ.
2 Εἰ μὴ ἐταπεινοφρόνουν, ἀλλὰ ὕψωσα τὴν ψυχήν μου ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἀνταποδώσεις ἐπὶ τὴν ψυχήν μου.
3 Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.