Πρωτότυπο Κείμενο
Οὗτος ὁ ψαλμὸς ἰδιόγραφος εἰς Δαυὶδ καὶ ἔξωθεν τοῦ ἀριθμου· ὅτε ἐμονομάχησε τῷ Γολιάθ.
ικρὸς ἥμην ἐν τοῖς ἀδελφοῖς μου καὶ  νεώτερος  ἐν  τῷ  οἴκῳ  τοῦ πατρός μου· ἐποίμαινον τὰ πρόβατα τοῦ πατρός μου.
2 Αἱ χεῖρές μου ἐποίησαν ὄργανον, καὶ οἱ δάκτυλοί μου ἥρμοσαν ψαλτήριον,
3 καὶ τίς ἀναγγελεῖ τῷ Κυρίῳ μου; Αὐτὸς Κύριος, αὐτὸς εἰσακούσει.
4 Αὐτὸς ἐξαπέστειλε τὸν ἄγγελον αὐτοῦ καὶ ᾖρέ με ἐκ τῶν προβάτων τοῦ πατρός μου καὶ ἔχρισέ με ἐν τῷ ἐλαίῳ τῆς χρίσεως αὐτοῦ.
5 Οἱ ἀδελφοί μου καλοὶ καὶ μεγάλοι, καὶ οὐκ εὐδόκησεν ἐν αὐτοῖς Κύριος.
6 Ἐξῆλθον εἰς συνάντησιν τῷ ἀλλοφύλῳ, καὶ ἐπικατηράσατό με ἐν τοῖς εἰδώλοις αὐτοῦ·
7 ἐγὼ δὲ σπασάμενος τὴν παρ' αὐτοῦ μάχαιραν, ἀπεκεφάλισα αὐτὸν καὶ ᾖρα ὄνειδος ἐξ υἱῶν Ἰσραήλ.