Πρωτότυπο Κείμενο
αὶ ἀνέστη Ἠλίας προφήτης ὡς πῦρ, καὶ ὁ λόγος αὐτοῦ ὡς λαμπὰς ἐκαίετο·
2 ὃς ἐπήγαγεν ἐπ' αὐτοὺς λιμὸν καὶ τῷ ζήλῳ αὐτοῦ ὠλιγοποίησεν αὐτούς·
3 ἐν λόγῳ Κυρίου ἀνέσχεν οὐρανόν, κατήγαγεν οὕτως τρὶς πῦρ.
4 Ὡς ἐδοξάσθης, Ἠλία, ἐν τοῖς θαυμασίοις σου·  καὶ τίς ὅμοιός σοι καυχᾶσθαι;
5 Ὁ ἐγείρας νεκρὸν ἐκ θανάτου καὶ ἐξ ᾅδου ἐν λόγῳ Ὑψίστου·
6 ὁ καταγαγὼν βασιλεῖς εἰς ἀπώλειαν καὶ δεδοξασμένους ἀπὸ κλίνης αὐτῶν·
7 ὁ ἀκούων ἐν Σινᾷ ἐλεγμὸν καὶ ἐν Χωρὴβ κρίματα ἐκδικήσεως·
8 ὁ χρίων βασιλεῖς εἰς ἀνταπόδομα καὶ προφήτας διαδόχους μετ' αὐτόν·
9 ὁ ἀναληφθεὶς ἐν λαίλαπι πυρὸς ἐν ἅρματι ἵππων πυρίνων·
10 ὁ καταγραφεὶς ἐν ἐλεγμοῖς εἰς καιροὺς κοπάσαι ὀργὴν πρὸ θυμοῦ, ἐπιστρέψαι καρδίαν πατρὸς πρὸς υἱὸν καὶ καταστῆσαι φυλὰς Ἰακώβ.
11 Μακάριοι οἱ ἰδόντες σε καὶ οἱ ἐν ἀγαπήσει κεκοσμημένοι, καὶ γὰρ ἡμεῖς ζωῇ ζησόμεθα.
12 Ἠλίας, ὃς ἐν λαίλαπι ἐσκεπάσθη, καὶ Ἐλισαιὲ ἐνεπλήσθη πνεύματος αὐτοῦ· καὶ ἐν ἡμέραις αὐτοῦ οὐκ ἐσαλεύθη ὑπὸ ἄρχοντος, καὶ οὐ κατεδυνάστευσεν αὐτὸν οὐδείς.
13 Πᾶς λόγος οὐχ ὑπερῇρεν αὐτὸν καὶ ἐν κοιμήσει ἐπροφήτευσε τὸ σῶμα αὐτοῦ·
14 καὶ ἐν ζωῇ αὐτοῦ ἐποίησε τέρατα, καὶ ἐν τελευτῇ θαυμάσια τὰ ἔργα αὐτοῦ.
-15 Ἐν πᾶσι τούτοις οὐ μετενόησεν ὁ λαὸς καὶ οὐκ ἀπέστησαν ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν, ἕως ἐπρονομεύθησαν ἀπὸ τῆς γῆς αὐτῶν καὶ ἐσκορπίσθησαν ἐν πάσῃ τῇ γῇ. Καὶ κατελείφθη ὁ λαὸς ὀλιγοστός, καὶ ἄρχων τῷ οἴκῳ Δαυίδ·
16 τινὲς μὲν αὐτῶν ἐποίησαν τὸ ἀρεστόν, τινὲς δὲ ἐπλήθυναν ἁμαρτίας.
-17 Ἐζεκίας ὠχύρωσε τὴν πόλιν αὐτοῦ καὶ εἰσήγαγεν εἰς τὸ μέσον αὐτῆς ὕδωρ, ὤρυξε σιδήρῳ ἀκρότομον καὶ ᾠκοδόμησε κρήνας εἰς ὕδατα.
18 Ἐν ἡμέραις αὐτοῦ ἀνέβη Σενναχηρὶμ καὶ ἀπέστειλε Ραψάκην, καὶ ἐπῇρε· καὶ ἐπῇρεν ἡ χεὶρ αὐτοῦ ἐπὶ Σιὼν καὶ ἐμεγαλαύχησεν ἐν ὑπερηφανίᾳ αὐτοῦ.
19 Τότε ἐσαλεύθησαν καρδίαι καὶ χεῖρες αὐτῶν, καὶ ὠδίνησαν ὡς αἱ τίκτουσαι· 
20 καὶ ἐπεκαλέσαντο τὸν Κύριον τὸν ἐλεήμονα ἐκπετάσαντες τὰς χεῖρας αὐτῶν πρὸς αὐτόν, καὶ ὁ ἅγιος ἐξ οὐρανοῦ ταχὺ ἑπήκουσεν αὐτῶν καὶ ἐλυτρώσατο αὐτοὺς ἐν χειρὶ Ἡσαΐου.
21 Ἐπάταξε τὴν παρεμβολὴν τῶν Ἀσσυρίων. Καὶ ἐξέτριψεν αὐτοὺς ἄγγελος αὐτοῦ.
22 Ἐποίησε γὰρ Ἐζεκίας τὸ ἀρεστὸν Κυρίῳ καὶ ἐνίσχυσεν ἐν ὁδοῖς Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, ἃς ἐνετείλατο Ἡσαΐας ὁ προφήτης, ὁ μέγας καὶ πιστὸς ἐν ὁράσει αὐτοῦ.
23 Ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνεπόδισεν ὁ ἥλιος καὶ προσέθηκε ζωὴν βασιλεῖ.
24 Πνεύματι μεγάλῳ εἶδε τὸ ἔσχατα καὶ παρεκάλεσε τοὺς πενθοῦντας  Σιών·
25 ἕως τὸ αἰῶνος ὑπέδειξε τὰ ἐσόμενα καὶ τὰ ἀπόκρυφα πρὶν ἢ παραγενέσθαι αὐτά.