Πρωτότυπο Κείμενο
αὶ ἐκάλεσε Τωβίας τὸν Ραφαὴλ καὶ εἶπεν αὐτῷ·
2 Ἀζαρία ἀδελφέ, λάβε μετὰ σεαυτοῦ παῖδα καὶ δύο καμήλους καὶ πορεύθητι ἐν Ράγοις τῆς Μηδίας παρὰ Γαβαὴλ καὶ κόμισαί μοι τὸ ἀργύριον καὶ αὐτὸν ἄγε μοι εἰς τὸν γάμον·
3 διότι ὀμώμοκε Ραγουὴλ μὴ ἐξελθεῖν με,
4 καὶ ὁ πατήρ μου ἀριθμεῖ τὰς ἡμέρας, καὶ ἐὰν χρονίσω μέγα, ὀδυνηθήσεται λίαν.
5 Καὶ ἐπορεύθη Ραφαὴλ καὶ ηὐλίσθη παρὰ Γαβαήλ, καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον· ὃς δὲ προήνεγκε τὰ θυλάκια ἐν ταῖς σφραγῖσι καὶ ἔδωκεν αὐτῷ.
6 Καὶ ὤρθρευσαν κοινῶς καὶ ἦλθον εἰς τὸν γάμον. Καὶ ηὐλόγησε Τωβίας τὴν γυναῖκα αὐτοῦ.