Πρωτότυπο Κείμενο
ὕτως ἔδειξέ μοι Κύριος ὁ Θεός, καὶ ἰδοὺ  ἐπιγονὴ  ἀκρίδων ἐρχομένη ἑωθινή, καὶ ἰδοὺ βροῦχος εἷς Γὼγ ὁ βασιλεύς.
2 Καὶ ἔσται ἐὰν συντελέσῃ τοῦ καταφαγεῖν τὸν χόρτον τῆς γῆς, καὶ εἶπα· Κύριε Κύριε, ἵλεως γενοῦ· τίς ἀναστήσει τὸν Ἰακώβ; Ὅτι ὀλιγοστός ἐστι·
3 μετανόησον, Κύριε, ἐπὶ τούτῳ· καὶ τοῦτο οὐκ ἔσται, λέγει Κύριος.
-4 Οὕτως ἔδειξέ μοι Κύριος, καὶ ἰδοὺ ἐκάλεσε τὴν δίκην ἐν πυρὶ Κύριος, καὶ κατέφαγε τὴν ἄβυσσον τὴν πολλὴν καὶ κατέφαγε τὴν μερίδα Κυρίου.
5 Καὶ εἶπα· Κύριε, κόπασον δή, τίς ἀναστήσει τὸν Ἰακώβ; Ὅτι ὀλιγοστός ἐστι·
6 μετανόησον, Κύριε, ἐπὶ τούτῳ. Καὶ τοῦτο οὐ μὴ γένηται, λέγει Κύριος.
-7 Οὕτως ἔδειξέ μοι Κύριος, καὶ ἰδοὺ ἑστηκὼς ἐπὶ τείχους ἀδαμαντίνου, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἀδάμας.
8 Καὶ εἶπε Κύριος πρός με· τί σὺ ὁρᾷς, Ἀμώς; Καὶ εἶπα· ἀδάμαντα· καὶ εἶπε Κύριος πρός με· ἰδοὺ ἐγὼ ἐντάσσω ἀδάμαντα ἐν μέσῳ λαοῦ μου Ἰσραήλ, οὐκέτι μὴ προσθῶ τοῦ παρελθεῖν αὐτόν·
9 καὶ ἀφανισθήσονται βωμοὶ τοῦ γέλωτος, καὶ αἱ τελεταὶ τοῦ Ἰσραὴλ ἐρημωθήσονται, καὶ ἀναστήσομαι ἐπὶ τὸν οἶκον Ἱεροβοὰμ ἐν ρομφαίᾳ.
-10 Καὶ ἐξαπέστειλεν Ἀμασίας ὁ ἱερεὺς Βαιθὴλ πρὸς Ἱεροβοὰμ βασιλέα Ἰσραὴλ λέγων· συστροφὰς ποιεῖται κατὰ σοῦ Ἀμὼς ἐν μέσῳ οἴκου Ἰσραήλ· οὐ μὴ δύνηται ἡ γῆ ὑπενεγκεῖν πάντας τοὺς λόγους αὐτοῦ,
11 διότι τάδε λέγει Ἀμώς· ἐν ρομφαίᾳ τελευτήσει Ἱεροβοάμ, ὁ δὲ Ἰσραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ.
12 Καὶ εἶπεν Ἀμασίας πρὸς Ἀμώς· ὁ ὁρῶν, βάδιζε ἐκχώρησαν σὺ εἰς γῆν Ἰούδα καὶ ἐκεῖ καταβίου καὶ ἐκεῖ προφητεύσεις.
13 Εἰς δὲ Βαιθὴλ οὐκέτι προσθήσεις τοῦ προφητεῦσαι, ὅτι ἁγίασμα βασιλέως ἐστὶ καὶ οἶκος βασιλείας ἐστί.
14 Καὶ ἀπεκρίθη Ἀμὼς καὶ εἶπε πρὸς Ἀμασίαν· οὐκ ἥμην προφήτης ἐγὼ οὐδὲ υἱὸς προφήτου. Ἀλλ' ἢ αἰπόλος ἥμην καὶ κνίζων συκάμινα·
15 καὶ ἀνέλαβέ με Κύριος ἐκ τῶν προβάτων, καὶ εἶπε Κύριος πρός με· βάδιζε προφήτευσον ἐπὶ τὸν λαόν μου Ἰσραήλ.
16 Καὶ νῦν ἄκουε λόγον Κυρίου. Σὺ λέγεις· μὴ προφήτευε ἐπὶ τὸν Ἰσραὴλ καὶ οὐ μὴ ὀχλαγωγήσῃς ἐπὶ τὸν οἶκον Ἰακώβ·
17 διὰ τοῦτο τάδε λέγει Κύριος· ἡ γυνή σου ἐν τῇ πόλει πορνεύσει, καὶ οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου ἐν ρομφαίᾳ πεσοῦνται, καὶ ἡ γῆ σου ἐν σχοινίῳ καταμετρηθήσεται, καὶ σὺ ἐν γῇ ἀκαθάρτῳ τελευτήσεις, ὁ δὲ Ἰσραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ.