Πρωτότυπο Κείμενο
αὶ τὸ παιδάριον Σαμουήλ ἦν λειτουργῶν τῷ Κυρίῳ ἐνώπιον Ἡλὶ τοῦ ἱερέως· καὶ ρῆμα Κυρίου ἦν τίμιον ἐν ταῖς ἡμέραις ἐκείναις, οὐκ ἦν ὅρασις διαστέλλουσα.
2 Καὶ ἐγένετο ἐν τῇ ἡμέρα ἐκείνῃ καὶ Ἡλί ἐκάθευδεν ἐν τῷ τόπῳ αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἤρξοντο βαρύνεσθαι, καὶ οὐκ ἠδύναντο βλέπειν.
3 Καὶ ὁ λύχνος τοῦ Θεοῦ πρὶν ἐπισκευασθῆναι, καὶ Σαμουὴλ ἐκάθευδεν ἐν τῷ ναῷ, οὗ ἡ κιβωτὸς τοῦ Θεοῦ.
4 Καὶ ἐκάλεσε Κύριος· Σαμουὴλ Σαμουήλ· καὶ εἶπεν· ἰδοὺ ἐγώ.
5 Καὶ ἔδραμε πρὸς Ἡλὶ καὶ εἶπεν· ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με· καὶ εἶπεν· οὐ κέκληκά σε, ἀνάστρεφε, κάθευδε, καὶ ἀνέστρεψε καὶ ἐκάθευδε.
6 Καὶ προσέθετο Κύριος καὶ ἐκάλεσε· Σαμουὴλ Σαμουήλ· καὶ ἐπορεύθη πρὸς Ἡλὶ τὸ δεύτερον καὶ εἶπεν· ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με· καὶ εἶπεν· οὐ κέκληκά σε, ἀνάστρεφε, κάθευδε·
7 καὶ Σαμουὴλ πρὶν ἢ γνῶναι Θεὸν καὶ ἀποκαλυφθῆναι αὐτῷ ρῆμα Κυρίου.
8 Καὶ προσέθετο Κύριος καλέσαι Σαμουὴλ ἐν τρίτῳ· καὶ ἀνέστη καὶ ἐπορεύθη πρὸς Ἡλὶ καὶ εἶπεν· ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με. Καὶ ἐσοφίσατο Ἡλὶ ὅτι Κύριος κέκληκε τὸ παιδάριον,
9 καὶ εἶπεν· ἀνάστρεφε, κάθευδε, τέκνον, καὶ ἔσται ἐὰν καλέσῃ σε καὶ ἐρεῖς· λάλει, Κύριε, ὅτι ἀκούει ὁ δοῦλός σου. Καὶ ἐπορεύθη Σαμουὴλ καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ αὐτοῦ.
10 Καὶ ἦλθε Κύριος καὶ κατέστη καὶ ἐκάλεσεν αὐτὸν ὡς ἅπαξ καὶ ἅπαξ, καὶ εἰπὲ Σαμουήλ· λαλεῖ, ὅτι ἀκούει ὁ δοῦλός σου.
11 Καὶ εἶπε Κύριος πρὸς Σαμουήλ· ἰδοὺ ἐγὼ ποιῶ τὰ ρήματά μου ἐν Ἰσραήλ, ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ.
12 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπεγερῶ ἐπὶ Ἡλὶ πάντα, ὅσα ἐλάλησα εἰς τὸν οἶκον αὐτοῦ, ἄρξομαι καὶ ἐπιτελέσω.
13 Καὶ ἀνήγγελκα αὐτῷ ὅτι ἐκδικῶ ἐγὼ τὸν οἶκον αὐτοῦ ἕως αἰῶνος ἐν  ἀδικίαις υἱῶν αὐτοῦ, ὅτι κακολογοῦντες Θεὸν οἱ υἱοὶ αὐτοῦ, καὶ οὐκ ἐνουθέτει αὐτοὺς
14 καὶ οὐδ' οὕτως. Ὤμοσα τῷ οἴκῳ Ἡλί· εἰ ἐξιλασθήσεται ἀδικία οἴκου Ἡλὶ ἐν θυμιάματι καὶ ἐν θυσίαις ἕως αἰῶνος.
15 Καὶ κοιμᾶται Σαμουὴλ ἕως πρωῒ καὶ ὤρθρισε τὸ πρωῒ καὶ ἤνοιξε τὰς θύρας οἴκου Κυρίου· καὶ Σαμουὴλ ἐφοβήθη ἀπαγγεῖλαι τὴν ὅρασιν τῷ Ἡλί.
16 Καὶ εἶπεν Ἡλί πρὸς Σαμουήλ· Σαμουὴλ τέκνον· καὶ εἶπεν· ἰδοὺ ἐγώ.
17 Καὶ εἶπε· τί τὸ ρῆμα τὸ λαληθὲν πρός σε; Μὴ δὴ κρύψῃς ἀπ' ἐμοῦ· τάδε ποιήσαι σοι ὁ Θεὸς καὶ τάδε προσθείη, ἐὰν κρύψῃς ἀπ' ἐμοῦ ρῆμα ἐκ πάντων τῶν λόγων τῶν λαληθέντων σοι ἐν τοῖς ὠσί σου.
18 Καὶ ἀπήγγειλε Σαμουὴλ πάντας τοὺς λόγους καὶ οὐκ ἔκρυψεν ἀπ' αὐτοῦ. Καὶ εἶπεν Ἡλί· Κύριος αὐτός, τὸ ἀγαθὸν ἐνώπιον αὐτοῦ ποιήσει.
19 Καὶ ἐμεγαλύνθη Σαμουήλ, καὶ ἦν Κύριος μετ' αὐτοῦ, καὶ οὐκ ἔπεσεν ἀπὸ πάντων τῶν λόγων αὐτοῦ ἐπὶ τὴν γῆν.
20 Καὶ  ἔγνωσαν  πᾶς Ἰσραὴλ ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ ὅτι πιστὸς Σαμουὴλ εἰς προφήτην τῷ Κυρίῳ.
21 Καὶ προσέθετο Κύριος δηλωθῆναι ἐν Σηλώμ, ὅτι ἀπεκαλύφθη Κύριος πρὸς Σαμουήλ· καὶ ἐπιστεύθη Σαμουὴλ τοῦ προφήτης γενέσθαι τῷ Κυρίῳ εἰς πάντα Ἰσραὴλ ἀπ' ἄκρων τῆς γῆς καὶ ἕως ἄκρων. Καὶ Ἡλὶ πρεσβύτης σφόδρα, καὶ οἱ υἱοὶ αὐτοῦ πορευόμενοι ἐπορεύοντο καὶ πονηρὰ ἡ ὁδὸς αὐτῶν ἐνώπιον Κυρίου.