Πρωτότυπο Κείμενο
αὶ εἶπε  Σαμουὴλ πρὸς Σαούλ· ἐμὲ ἀπέστειλε Κύριος  χρῖσαί σε εἰς βασιλέα ἐπὶ Ἰσραήλ, καὶ νῦν ἄκουε τῆς φωνῆς Κυρίου·
2 τάδε εἰπὲ Κύριος Σαβαώθ· νῦν ἐκδικήσω ἃ ἐποίησεν Ἀμαλὴκ τῷ Ἰσραήλ, ὡς ἀπήντησεν αὐτῷ ἐν τῇ ὁδῷ ἀναβαίνοντας αὐτοῦ ἐξ Αἰγύπτου·
3 καὶ νῦν πορεύου καὶ πατάξεις τὸν Ἀμαλὴκ καὶ Ἱερὶμ καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ περιποιήσῃ ἐξ αὐτοῦ καὶ ἐξολοθρεύσεις αὐτὸν καὶ ἀναθεματιεῖς αὐτὸν καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ φείσῃ ἀπ' αὐτοῦ καὶ ἀποκτενεῖς ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς καὶ ἀπὸ νηπίου ἕως θηλάζοντος καὶ ἀπὸ μόσχου ἕως προβάτου καὶ ἀπὸ καμήλου ἕως ὄνου.
4 Καὶ παρήγγειλε Σαοὺλ τῷ λαῷ καὶ ἐπισκέπτεται αὐτοὺς ἐν Γαλγάλοις τετρακοσίας χιλιάδας ταγμάτων καὶ τὸν Ἰούδαν τριάκοντα χιλιάδας ταγμάτων.
5 Καὶ ἦλθε Σαοὺλ ἕως τῶν πόλεων Ἀμαλὴκ καὶ ἐνήδρευσεν ἐν τῷ χειμάρρῳ.
6 Καὶ εἶπε Σαοὺλ πρὸς τὸν Κιναῖον· ἄπελθε καὶ ἔκκλινον ἐκ μέσου τοῦ Ἀμαληκίτου, μὴ προσθῶ σε μετ' αὐτοῦ, καὶ σὺ ἐποίησας ἔλεος μετὰ τῶν υἱῶν Ἰσραὴλ ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου καὶ ἐξέκλινεν ὁ Κιναῖος ἐκ μέσου Ἀμαλήκ.
7 Καὶ ἐπάταξε Σαοὺλ τὸν Ἀμαλὴκ ἀπὸ Εὐΐλὰτ ἕως Σοὺρ ἐπὶ προσώπου Αἰγύπτου.
8 Καὶ συνέλαβε τὸν Ἀγὰγ βασιλέα Ἀμαλὴκ ζῶντα καὶ πάντα τὸν λαὸν καὶ Ἱερὶμ ἀπέκτεινεν ἐν στόματι ρομφαίας.
9 Καὶ περιεποιήσατο Σαοὺλ καὶ πᾶς ὁ λαὸς τὸν Ἀγὰγ ζῶντα καὶ τὰ ἀγαθὰ τῶν ποιμνίων καὶ τῶν βουκολίων καὶ τῶν ἐδεσμάτων καὶ τῶν ἀμπελώνων καὶ πάντων τῶν ἀγαθῶν καὶ οὐκ ἐβούλοντο ἐξολοθρεῦσαι αὐτά· καὶ πᾶν ἔργον ἠτιμωμένον καὶ ἐξουθενωμένον ἐξωλόθρευσαν.
10 Καὶ ἐγενήθη ρῆμα Κυρίου πρὸς Σαμουὴλ  λέγων·
11 παρακέκλημαι ὅτι ἐβασίλευσε τὸν Σαοὺλ εἰς βασιλέα, ὅτι ἀπέστρεψεν ἀπὸ ὄπισθέν μου καὶ τοὺς λόγους μου οὐκ ἐτήρησα. Καὶ ἠθύμησε Σαμουὴλ καὶ ἐβόησε πρὸς Κύριον ὅλην τὴν νύχτα.
12 Καὶ ὤρθρισε Σαμουήλ καὶ  ἐπορεύθη εἰς ἀπάντησιν Ἰσραὴλ τὸ πρωΐ. Καὶ ἀπηγγέλη τῷ Σαοὺλ λέγοντες· ἥκει Σαμουὴλ εἰς Κάρμηλον καὶ ἀνέστακεν αὐτῷ χεῖρα κὶ ἐπέστρεψε τὸ ἅρμα. Καὶ κατέβη εἰς Γάλγαλα πρὸς Σαούλ, καὶ ἰδοὺ αὐτὸς ἀνέφερεν ὁλοκαύτωσιν τῷ Κυρίῳ τὰ πρῶτα τῶν σκύλων, ὧν ἤνεγκεν ἐξ Ἀμαλήκ.
13 Καὶ παρεγένετο Σαμουὴλ πρὸς Σαούλ, καὶ εἶπεν αὐτῷ Σαούλ· εὐλογητὸς σὺ τῷ Κυρίῳ· ἔστησα πάντα, ὅσα ἐλάλησε Κύριος.
14 Καὶ εἶπε Σαμουήλ· καὶ τίς ἡ φωνὴ τοῦ ποιμνίου τούτου ἐν τοῖς ὠσί μου καὶ φωνὴ τῶν βοῶν, ὧν ἐγὼ ἀκούω;
15 Καὶ εἶπε Σαούλ· ἐξ Ἀμαλὴκ ἤνεγκα αὐτά, ἃ περιεποιήσατο ὁ λαὸς τὰ κράτιστα τοῦ ποιμνίου καὶ τῶν βοῶν, ὅπως τυθῇ Κυρίῳ τῷ Θεῷ σου, καὶ τὰ λοιπὰ ἐξωλόθρευσα.
16 Καὶ εἶπε Σαμουὴλ πρὸς Σαούλ· ἄνες καὶ ἀπαγγελῶ σοι ἃ ἐλάλησε Κύριος πρός με τὴν νύκτα· καὶ εἶπεν αὐτῷ· λάλησον.
17 Καὶ εἶπε Σαμουὴλ πρὸς  Σαούλ· οὐχὶ μικρὸς εἶ σὺ ἐνώπιον αὐτοῦ ἡγούμενος  σκήπτρου φυλῆς Ἰσραήλ;  Καὶ ἔχρισέ σε Κύριος  εἰς βασιλέα  ἐπὶ Ἰσραήλ.
18 Καὶ ἀπέστειλέ σε Κύριος ἐν ὁδῷ καὶ εἶπέ σοι· πορεύθητι καὶ ἐξολόθρευσον τοὺς ἁμαρτάνοντας εἰς ἐμέ, τὸν Ἀμαλήκ, καὶ πολεμήσεις αὐτοὺς ἕως συντελέσῃς αὐτούς.
19 Καὶ ἱνατί οὐκ ἤκουσας φωνῆς Κυρίου, ἀλλ ὥρμησας τοῦ θέσθαι ἐπὶ τὰ σκῦλα καὶ ἐποίησας τὸ πονηρὸν ἐνώπιον Κυρίου;
20 Καὶ εἶπε Σαοὺλ πρὸς Σαμουήλ· διὰ τὸ ἀκοῦσαί με τῆς φωνῆς τοῦ λαοῦ· καὶ ἐπορεύθην τῇ ὁδῷ, ᾖ ἀπέστειλέ με Κύριος, καὶ ἤγαγον τὸν Ἀγὰγ βασιλέα Ἀμαλὴκ καὶ τὸν Ἀμαλὴκ ἐξωλόθρευσα·
21 καὶ ἔλαβεν ὁ λαὸς τῶν σκύλων ποίμνια καὶ βουκόλια, τὰ πρῶτα τοῦ ἐξολοθρεύματος, θῦσαι ἐνώπιον Κυρίου Θεοῦ ἡμῶν ἐν Γαλγάλοις.
22 Καὶ εἶπε Σαμουήλ· εἰ θέλητον τῷ Κυρίῳ ὁλοκαυτώματα καὶ θυσίας ὡς τὸ ἀκοῦσαι φωνῆς Κυρίου; Ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν ἀγαθὴν καὶ ἡ ἐπακρόασις ὑπὲρ στέαρ κριῶν·
23 ὅτι ἁμαρτία αἰώνισμά ἐστιν, ὀδύνην καὶ πόνους θεραφὶν ἐπάγουσιν· ὅτι ἐξουδένωσας τὸ ρῆμα Κυρίου, καὶ ἐξουδενώσει σε Κύριος μὴ εἶναι βασιλέα ἐπὶ Ἰσραήλ.
24 Καὶ εἶπε Σαοὺλ πρὸς Σαμουήλ· ἡμάρτηκα ὅτι παρέβην τὸν λόγον Κυρίου καὶ τὸ ρῆμά σου, ὅτι ἐφοβήθην τὸν λαὸν καὶ ἤκουσα τῆς φωνῆς αὐτῶν·
25 καὶ νῦν ἆρον δὴ τὸ ἁμάρτημά μου καὶ ἀνάστρεψον μετ' ἐμοῦ, καὶ προσκυνήσω Κυρίῳ τῷ Θεῷ σου.
26 Καὶ εἶπε Σαμουὴλ πρὸς Σαούλ· οὐκ ἀναστρέφω μετὰ σοῦ, ὅτι ἐξουδένωσας τὸ ρῆμα Κυρίου, καὶ ἐξουδενώσει σε Κύριος τοῦ μὴ εἶναι βασιλέα ἐπὶ τὸν Ἰσραήλ.
27 Καὶ ἐπέστρεψε Σαμουὴλ τὸ πρόσωπον αὐτοῦ τοῦ ἀπελθεῖν. Καὶ ἐκράτησε Σαοὺλ τοῦ πτερυγίου τῆς διπλοΐδος αὐτοῦ καὶ διέρρηξεν αὐτό·
28 καὶ εἶπε πρὸς αὐτὸν Σαμουήλ· διέρρηξε Κύριος τὴν βασιλείαν σου ἀπὸ Ἰσραὴλ ἐκ χειρός σου σήμερον καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ ἀγαθῷ ὑπὲρ σέ·
29 καὶ διαιρεθήσεται Ἰσραὴλ εἰς δύο, καὶ οὐκ ἀποστρέψει οὐδὲ μετανοήσει, ὅτι οὐχ ὡς ἄνθρωπός ἐστι τοῦ μετανοῆσαι αὐτός.
30 Καὶ εἶπε Σαούλ· ἡμάρτηκα, ἀλλὰ δόξασόν με δὴ ἐνώπιον πρεσβυτέρων Ἰσραὴλ καὶ ἐνώπιον λαοῦ μου καὶ ἀνάστρεψον μετ' ἐμοῦ, καὶ προσκυνήσω Κυρίῳ τῷ Θεῷ σου.
31 Καὶ ἀνέστρεψε Σαμουὴλ ὀπίσω Σαοὺλ καὶ προσεκύνησε τῷ Κυρίῳ.
32 Καὶ εἶπε Σαμουήλ· προσαγάγετέ μοι τὸν Ἀγὰγ βασιλέα Ἀμαλήκ. Καὶ προσῆλθε πρὸς αὐτὸν Ἀγὰγ τρέμων, καὶ εἶπεν Ἀγάγ· εἰ οὕτω πικρὸς ὁ θάνατος;
33 Καὶ εἶπε Σαμουὴλ πρὸς Ἀγάγ· καθότι ἠτέκνωσε γυναῖκας ἡ ρομφαία σου, οὕτως ἀτεκνωθήσεται ἐκ γυναικῶν ἡ μήτηρ σου, καὶ ἔσφαξε Σαμουὴλ τὸν Ἀγὰγ ἐνώπιον Κυρίου ἐν Γαλγάλ.
34 Καὶ ἀπῆλθε Σαμουὴλ εἰς Ἀρμαθαίμ, καὶ Σαοὺλ ἀνέβη εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαά.
35 Καὶ οὐ προσέθετο ἔτι Σαμουὴλ ἰδεῖν τὸν Σαοὺλ ἕως ἡμέρας θανάτου αὐτοῦ, ὅτι ἐπένθει Σαμουὴλ ἐπὶ Σαούλ· καὶ Κύριος μετεμελήθη ὅτι ἐβασίλευσε τὸν Σαοὺλ ἐπὶ Ἰσραήλ.