Πρωτότυπο Κείμενο
αὶ ἀπέδρα Δαυῒδ ἐκ Ναυὰθ ἐν Ραμὰ καὶ  ἔρχεται ἐνώπιον Ἰωνάθαν καὶ εἶπε· τί πεποίηκα καὶ τί τὸ ἀδίκημά μου καὶ τί ἡμάρτηκα ἐνώπιον τοῦ πατρός σου, ὅτι ἐπιζητεῖ τὴν ψυχήν μου;
2 Καὶ  εἶπεν  αὐτῷ Ἰωνάθαν· μηδαμῶς σοι, οὐ μὴ ἀποθάνῃς· ἰδοὺ οὐ μὴ ποιήσει ὁ πατήρ μου ρῆμα μέγα ἢ  μικρὸν καὶ οὐκ  ἀποκαλύψει τὸ ὠτίον μου· καὶ τί ὅτι κρύψει ὁ πατήρ μου ἀπ' ἐμοῦ τὸ ρῆμα τοῦτο; Οὐκ ἔστι τοῦτο.
3 Καὶ ἀπεκρίθη Δαυῒδ τῷ Ἰωνάθαν καὶ εἶπε· γινώσκων οἶδεν ὁ πατήρ σου ὅτι εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου, καὶ εἶπε· μὴ γνώτω τοῦτο Ἰωνάθαν, μὴ οὐ βούληται· ἀλλὰ ζῇ Κύριος καὶ ζῇ ψυχή σου, ὅτι, καθὼς εἶπον, ἐμπέπλησται ἀνὰ μέσον ἐμοῦ καὶ τοῦ θανάτου.
4 Καὶ εἶπεν Ἰωνάθαν πρὸς Δαυΐδ· τί ἐπιθυμεῖ ἡ ψυχή σου καὶ τί ποιήσω σοι;
5 Καὶ εἶπε Δαυῒδ πρὸς Ἰωνάθαν· ἰδοὺ δὴ νεομηνία αὔριον, καὶ ἐγὼ καθίσας οὐ καθήσομαι φαγεῖν, καὶ ἐξαποστελεῖς με, καὶ κρυβήσομαι ἐν τῷ πεδίῳ ἕως δείλης.
6 Καὶ ἐὰν ἐπισκεπτόμενος ἐπισκέψηταί με ὁ πατήρ σου, καὶ ἐρεῖς· παραιτούμενος παρῃτήσατο ἀπ' ἐμοῦ Δαυῒδ δραμεῖν ἕως εἰς Βηθλεὲμ τὴν πόλιν αὐτοῦ, ὅτι θυσία τῶν ἡμερῶν ἐκεῖ ὅλη τῇ φυλῇ.
7 Ἐὰν τάδε εἴπῃ ἀγαθῶς, εἰρήνη τῷ δούλῳ σου· καὶ ἐὰν σκληρῶς ἀποκριθῇ σοι, γνῶθι ὅτι συντετέλεσται ἡ κακία παρ' αὐτοῦ.
8 Καὶ ποιήσεις ἔλεος μετὰ τοῦ δούλου σου, ὅτι εἰσήγαγες εἰς διαθήκην Κυρίου τὸν δοῦλόν σου μετὰ σεαυτοῦ· καὶ εἰ ἔστιν ἀδικία ἐν τῷ δούλῳ σου, θανάτωσόν με σύ, καὶ ἕως τοῦ πατρός σου ἱνατὶ οὕτως εἰσάγεις με;
9 Καὶ εἶπεν Ἰωνάθαν· μηδαμῶς σοι, ὅτι ἐὰν γινώσκων γνῶ ὅτι συντετέλεσται ἡ κακία παρὰ τοῦ πατρός μου τοῦ ἐλθεῖν ἐπὶ σέ, καὶ ἐὰν μὴ ᾖ εἰς τὰς πόλεις σου, ἐγὼ ἀπαγγελῶ σοι.
10 Καὶ εἶπε Δαυῒδ πρὸς Ἰωνάθαν· τίς ἀπαγγείλῃ μοι, ἐὰν ἀποκριθῇ ὁ πατήρ σου σκληρῶς;
11 Καὶ εἶπεν Ἰωνάθαν πρὸς Δαυΐδ· πορεύου καὶ μένε εἰς ἀγρόν. Καὶ ἐκπορεύονται ἀμφότεροι εἰς ἀγρόν.
12 Καὶ εἶπεν Ἰωνάθαν πρὸς Δαυΐδ· Κύριος ὁ Θεὸς Ἰσραὴλ οἶδεν, ὅτι ἀνακρινῶ τὸν πατέρα μου ὡς ἂν ὁ καιρὸς τρισσῶς, καὶ ἰδοὺ ἀγαθὸν ᾖ περὶ Δαυΐδ, καὶ οὐ μὴ ἀποστείλω πρός σε εἰς ἀγρόν·
13 τάδε ποιήσαι ὁ Θεὸς τῷ Ἰωνάθαν καὶ τάδε προσθείη, ὅτι ἀνοίσω τὰ κακὰ ἐπὶ σὲ καὶ ἀποκαλύψω τὸ ὠτίον σου καὶ ἐξαποστελῶ σε καὶ ἀπελεύσῃ εἰρήνην· καὶ ἔσται Κύριος μετὰ σοῦ, καθὼς ἦν μετὰ τοῦ πατρός μου.
14 Καὶ ἐὰν μὲν ἔτι μου ζῶντος καὶ ποιήσεις ἔλεος μετ' ἐμοῦ, καὶ ἐὰν θανάτῳ ἀποθάνω,
15 οὐκ ἐξαρεῖς ἔλεός σου ἀπὸ τοῦ οἴκου μου ἕως τοῦ αἰῶνος· καὶ εἰ μή, ἐν τῷ ἐξαίρειν Κύριον τοὺς ἐχθροὺς Δαυῒδ ἕκαστον ἀπὸ τοῦ προσώπου τῆς γῆς εὑρεθῆναι τὸ ὄνομα τοῦ Ἰωνάθαν ἀπὸ τοῦ οἴκου Δαυΐδ, καὶ ἐκζητῆσαι Κύριος ἐχθροὺς τοῦ Δαυΐδ.
17 Καὶ προσέθετο ἔτι Ἰωνάθαν ὀμόσαι τῷ Δαυΐδ, ὅτι ἠγάπησε ψυχὴν ἀγαπῶντος αὐτόν.
18 Καὶ εἶπεν Ἰωνάθαν· αὔριον νεομηνία, καὶ ἐπισκεπήσῃ, ὅτι ἐπισκεπήσεται καθέδρα σου.
19 Καὶ τρισσεύσεις καὶ ἐπισκέψῃ καὶ ἥξεις εἰς τὸν τόπον σου, οὗ κρυβῇς ἐν τῇ ἡμέρᾳ τῇ ἐργασίμῃ, καὶ καθήσῃ παρὰ τὸ ἐργὰβ ἐκεῖνο.
20 Καὶ ἐγὼ τρισσεύσω ταῖς σχίζαις ἀκοντίζων, ἐκπέμπων εἰς τὴν ἀματταρί.
21 Καὶ ἰδοὺ ἀποστέλλω τὸ παίδαριον λέγων· δεῦρο εὑρέ μοι τὴν σχίζαν·
22 ἐὰν εἴπω λέγων τῷ παιδαρίῳ· ὧδε ἡ σχίζα ἀπὸ σοῦ καὶ ὧδε, λάβε αὐτήν, παραγίνου, ὅτι εἰρήνη σοι, καὶ οὐκ ἔστι λόγος, ζῇ Κύριος· ἐὰν τάδε εἴπω τῷ νεανίσκῳ· ὧδε ἡ σχίζα ἀπὸ σοῦ καὶ ἐπέκεινα, πορεύου ὅτι ἐξαπέσταλκέ σε Κύριος.
23 Καὶ τὸ ρῆμα ὃ ἐλαλήσαμεν ἐγὼ καὶ σύ, ἰδοὺ Κύριος μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ ἕως αἰῶνος.
24 Καὶ κρύπτεται Δαυῒδ ἐν ἀγρῷ, καὶ παραγίνεται ὁ μήν, καὶ ἔρχεται ὁ βασιλεὺς ἐπὶ τὴν τράπεζαν τοῦ φαγεῖν.
25 Καὶ ἐκάθισεν ἐπὶ τὴν καθέδραν αὐτοῦ ὡς ἅπαξ καὶ ἅπαξ, ἐπὶ τῆς καθέδρας παρὰ τοῖχον, καὶ προέφθασε τὸν Ἰωνάθαν, καὶ ἐκάθισεν Ἀβεννὴρ ἐκ πλαγίων Σαούλ, καὶ ἐπεσκέπη ὁ τόπος Δαυΐδ.
26 Καὶ οὐκ ἐλάλησε Σαοὺλ ἐν τῇ ἡμέρα ἐκείνῃ, ὅτι εἴρηκε· σύμπτωμα φαίνεται μὴ καθαρὸς εἶναι. Ὅτι οὐ κεκαθάρισται.
27 Καὶ ἐγενήθη τῇ ἐπαύριον τοῦ μηνὸς τῇ ἡμέρα τῇ δευτέρᾳ καὶ ἐπεσκέπη ὁ τόπος τοῦ Δαυΐδ, καὶ εἶπε Σαοὺλ πρὸς Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ· τί ὅτι οὐ παραγέγονεν ὁ υἱὸς Ἰεσσαὶ καὶ ἐχθὲς καὶ σήμερον ἐπὶ τὴν τράπεζαν;
28 Καὶ ἀπεκρίθη Ἰωνάθαν τῷ Σαοὺλ καὶ εἶπεν αὐτῷ· παρῄτηται παρ' ἐμοῦ Δαυῒδ ἕως εἰς Βηθλεὲμ τὴν πόλιν αὐτοῦ πορευθῆναι.
29 Καὶ  εἶπεν· ἐξαπόστειλον δή με ὅτι θυσία τῆς φυλῆς ἡμῖν ἐν τῇ πόλει, καὶ ἐνετείλαντο πρός με οἱ ἀδελφοί μου, καὶ νῦν εἰ εὕρηκα χάριν ἐν  ὀφθαλμοῖς  σου, διαβήσομαι  δὴ καὶ ὄψομαι τοὺς ἀδελφούς  μου· διὰ τοῦτο οὐ  παραγέγονεν  ἐπὶ  τῇ τράπεζαν τοῦ βασιλέως.
30 Καὶ ἐθυμώθη ὀργῇ Σαοὺλ ἐπὶ Ἰωνάθαν σφόδρα καὶ εἶπεν αὐτῷ· υἱὲ κορασίων αὐτομολούντων, οὐ γὰρ οἶδα ὅτι μέτοχος εἶ σὺ τῷ υἱῷ Ἰεσσαὶ εἰς αἰσχύνην σου καὶ εἰς αἰσχύνην ἀποκαλύψεως μητρός σου;
31 Ὅτι πάσας τὰς ἡμέρας, ἃς ὁ υἱὸς Ἰεσσαὶ ζῇ ἐπὶ τῆς γῆς, οὐχ ἑτοιμασθήσεται ἡ βασιλεία σου· νῦν οὖν ἀποστείλας λάβε τὸν νεανίαν, ὅτι υἱὸς θανάτου οὗτος.
32 Καὶ ἀπεκρίθη Ἰωνάθαν τῷ Σαούλ· ἱνατί ἀποθνῄσκει; Τί πεποίηκε;
33 Καὶ ἐπῆρε Σαοὺλ τὸ δόρυ ἐπὶ Ἰωνάθαν τοῦ θανατῶσαι αὐτόν. Καὶ ἔγνω Ἰωνάθαν ὅτι συντετέλεσται ἡ κακία αὕτη παρὰ τοῦ πατρὸς αὐτοῦ θανατῶσαι τὸν Δαυΐδ,
34 καὶ ἀνεπήδησεν Ἰωνάθαν ἀπὸ τῆς τραπέζης ἐν ὀργῇ θυμοῦ καὶ οὐκ ἔφαγεν ἐν τῇ δευτέρᾳ τοῦ μηνὸς ἄρτον, ὅτι ἐθραύσθη ἐπὶ τὸν Δαυΐδ, ὅτι συνετέλεσεν ἐπ' αὐτὸν ὁ πατὴρ αὐτοῦ.
35 Καὶ ἐγενήθη πρωῒ καὶ ἐξῆλθεν Ἰωνάθαν εἰς ἀγρόν, καθὼς ἐτάξατο εἰς τὸ μαρτύριον Δαυΐδ, καὶ παιδάριον μικρὸν μετ' αὐτοῦ.
36 Καὶ εἶπε τῷ παιδαρίῳ· δράμε, εὑρέ μοι τὰς σχίζας, ἐν αἷς ἐγὼ ἀκοντίζω καὶ τὸ παιδάριον ἔδραμε, καὶ αὐτὸς ἠκόντιζε τῇ σχίζῃ καὶ παρήγαγεν αὐτήν.
37 Καὶ ἦλθε τὸ παιδάριον ἕως τοῦ τόπου τῆς σχίζης οὗ ἠκόντιζεν Ἰωνάθαν, καὶ ἀνεβόησεν Ἰωνάθαν ὀπίσω τοῦ νεανίου καὶ εἶπεν· ἐκεῖ ἡ σχίζα ἀπὸ σοῦ καὶ ἐπέκεινα·
38 καὶ ἀνεβόησεν Ἰωνάθαν ὀπίσω τοῦ παιδαρίου αὐτοῦ λέγων· ταχύνας σπεῦσον καὶ μὴ στῇς. Καὶ ἀνέλεξε τὸ, παιδάριον Ἰωνάθαν τὰς σχίζας καὶ ἤνεγκε τὰς σχίζας πρὸς τὸν κύριον αὐτοῦ.
39 Καὶ τὸ παιδάριον οὐκ ἔγνω οὐθέν, πάρεξ Ἰωνάθαν καὶ Δαυῒδ ἔγνωσαν τὸ ρῆμα.
40 Καὶ Ἰωνάθαν ἔδωκε τὰ σκεύη αὐτοῦ ἐπὶ τὸ παιδάριον αὐτοῦ καὶ εἶπε τῷ παιδαρίῳ αὐτοῦ· πορεύου, εἴσελθε εἰς τὴν πόλιν.
41 Καὶ ὡς εἰσῆλθε τὸ παιδάριον, καὶ Δαυῒδ ἀνέστη ἀπὸ τοῦ ἐργὰβ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ τρίς, καὶ κατεφίλησεν ἕκαστος τὸν πλησίον αὐτοῦ, καὶ ἔκλαυσεν ἕκαστος τῷ πλησίον αὐτοῦ ἕως συντελείας μεγάλης.
42 Καὶ εἶπεν Ἰωνάθαν τῷ Δαυΐδ· πορεύου εἰς εἰρήνην, καὶ ὡς ὀμωμόκαμεν ἡμεῖς ἀμφότεροι, ἐν ὀνόματι Κυρίου λέγοντες· Κύριος ἔσται μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἀνὰ μέσον τοῦ σπέρματός μου καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου ἕως αἰῶνος.