Πρωτότυπο Κείμενο
ν ἔτει εἰκοστῷ καὶ τρίτῳ ἔτει τῷ Ἰωὰς υἱῷ Ὀχοζίου βασιλεῖ Ἰούδα ἐβασίλευσεν Ἰωάχαζ υἱὸς Ἰοὺ ἐν Σαμαρείᾳ ἐπτακαίδεκα ἔτη.
2 Καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου καὶ ἐπορεύθη ὀπίσω ἁμαρτιῶν Ἱεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ, οὐκ ἀπέστη ἀπ' αὐτῶν.
3 Καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ἰσραὴλ καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ Ἀζαὴλ βασιλέως Συρίας καὶ ἐν χειρὶ υἱοῦ Ἄδερ υἱοῦ Ἀζαὴλ πάσας τὰς ἡμέρας.
4 Καὶ ἐδεήθη Ἰωάχαζ τοῦ προσώπου Κυρίου. Καὶ ἐπήκουσεν αὐτοῦ Κύριος, ὅτι εἶδε τὴν θλῖψιν Ἰσραήλ, ὅτι ἔθλιψεν αὐτοὺς βασιλεὺς Συρίας.
5 Καὶ ἔδωκε Κύριος σωτηρίαν τῷ Ἰσραήλ, καὶ ἐξῆλθεν ὑποκάτωθεν χειρὸς Συρίας. Καὶ ἐκάθισαν οἱ υἱοὶ Ἰσραὴλ ἐν τοῖς σκηνώμασιν αὐτῶν καθὼς ἐχθὲς καὶ τρίτης·
6 πλὴν οὐκ ἀπέστησαν ἀπὸ ἁμαρτιῶν οἴκου Ἱεροβοάμ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ, ἐν αὐταῖς ἐπορεύθησαν, καί γε τὸ ἄλσος ἐστάθη ἐν Σαμαρείᾳ.
7 Ὅτι οὐχ ὑπελείφθη τῷ Ἰωάχαζ λαός, ἀλλ' ἢ πεντήκοντα ἱππεῖς καὶ δέκα ἅρματα καὶ δέκα χιλιάδες πεζῶν, ὅτι ἀπώλεσεν αὐτοὺς βασιλεὺς Συρίας, καὶ ἔθεντο αὐτοὺς ὡς χοῦν εἰς καταπάτησιν.
8 Καὶ τὸ λοιπὰ τῶν λόγων Ἰωάχαζ καὶ πάντα ὅσα ἐποίησε καὶ αἱ δυναστεῖαι αὐτοῦ, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;
9 Καὶ ἐκοιμήθη Ἰωάχαζ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν Σαμαρείᾳ, καὶ ἐβασίλευσεν Ἰωὰς υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.
10 Ἐν ἔτει τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῷ Ἰωὰς βασιλεῖ Ἰούδα ἐβασίλευσεν Ἰωὰς υἱὸς Ἰωάχαζ ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ ἑκκαίδεκα ἔτη.
11 Καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου· οὐκ ἀπέστη ἀπὸ πάσης ἁμαρτίας Ἱεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ, ἐν αὐταῖς ἐπορεύθη.
12 Καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωὰς καὶ πάντα ὅσα ἐποίησε, καὶ αἱ δυναστεῖαι αὐτοῦ, ἂς ἐποίησε μετὰ Ἀμεσσίου βασιλέως Ἰούδα, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;
13 Καὶ ἐκοιμήθη Ἰωὰς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ Ἱεροβοὰμ ἐκάθισεν ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἐτάφη ἐν Σαμαρείᾳ μετὰ τῶν βασιλέων Ἰσραήλ.
14 Καὶ Ἐλισαιὲ ἠρρώστησε τὴν ἀρρωστίαν αὐτοῦ, δι' ἣν ἀπέθανε. Καὶ κατέβη πρὸς αὐτὸν Ἰωὰς βασιλεὺς Ἰσραὴλ καὶ ἔκλαυσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ εἶπε· πάτερ πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἰππεὺς αὐτοῦ.
15 Καὶ εἶπεν αὐτῷ Ἐλισαιέ· λάβε τόξον καὶ βέλη. Καὶ ἔλαβε πρὸς ἑαυτὸν τόξον καὶ βέλη.
16 Καὶ εἶπε τῷ βασιλεῖ· ἐπιβίβασον τὴν χεῖρά σου ἐπὶ τὸ τόξον· καὶ ἐπεβίβασεν Ἰωὰς τὴν χειρὶ αὐτοῦ, καὶ ἐπέθηκεν Ἑλισαιὲ τῆς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας τοῦ βασιλέως.
17 Καὶ εἶπεν· ἄνοιξον τὴν θυρίδα κατ' ἀνατολάς· καὶ ἤνοιξε. Καὶ εἶπεν Ἑλισαιέ· τόξευσον· καὶ ἐτόξευσε. Καὶ εἶπε· βέλος σωτηρίας τῷ Κυρίῳ καὶ βέλος σωτηρίας ἐν Συρίᾳ, καὶ πατάξεις τὴν Συρίαν ἐν Ἀφὲκ ἕως συντελείας.
18 Καὶ εἶπε αὐτῷ Ἑλισαιέ· λάβε τόξα· καὶ ἔλαβε. Καὶ εἶπε τῷ βασιλεῖ Ἰσραήλ· πάταξον εἰς τὴν γῆν. Καὶ ἐπάταξεν ὁ βασιλεὺς τρὶς καὶ ἔστη.
19 Καὶ ἐλυπήθη ἐπ' αὐτῷ ὁ ἄνθρωπος τοῦ Θεοῦ καὶ εἶπεν· εἰ ἐπάταξας πεντάκις ἢ ἑξάκις, τότε ἂν ἐπάταξας τὴν Συρίαν ἕως συντελείας· καὶ νῦν τρὶς πατάξεις τὴν Συρίαν.
20 Καὶ ἀπέθανεν Ἑλισαιέ, καὶ ἔθαψαν αὐτόν. Καὶ μονόζωνοι Μωὰβ ἦλθον ἐν τῇ γῇ ἐλθόντος τοῦ ἐνιαυτοῦ·
21 καὶ ἐγένετο αὐτῶν θαπτόντων τὸν ἄνδρα, καὶ ἰδοὺ εἶδον τὸν μονόζωνον καὶ ἔρριψαν τὸν ἄνδρα ἐν τῷ τάφῳ Ἑλισαιέ, καὶ ἐπορεύθη καὶ ἥψατο τῶν ὀστέων Ἑλισαιὲ καὶ ἔζησε καὶ ἀνέστη ἐπὶ τοὺς πόδας αὐτοῦ.
22 Καὶ Ἀζαὴλ ἐξέθλιψε τὸν Ἰσραὴλ πάσας τὰς ἡμέρας Ἰωάχαζ.
23 Καὶ ἠλέησε Κύριος αὐτούς, καὶ ᾠκτείρησεν αὐτοὺς καὶ ἐπέβλεψεν ἐπ' αὐτοὺς διὰ τὴν διαθήκην αὐτοῦ τὴν μετὰ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, καὶ οὐκ ἠθέλησε Κύριος διαφθεῖραι αὐτοὺς καὶ οὐκ ἀπέρριψεν αὐτοὺς ἀπὸ τοῦ προσώπου αὐτοῦ.
24 Καὶ ἀπέθανεν Ἀζαήλ βασιλεὺς Συρίας. Καὶ ἐβασίλευσεν υἱὸς Ἄδερ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.
25 Καὶ ἐπέστρεψεν Ἰωὰς υἱὸς Ἰωάχαζ καὶ ἔλαβε τὰς πόλεις ἐκ χειρὸς υἱοῦ Ἄδερ υἱοῦ Ἀζαήλ, ἃς ἔλαβε ἐκ χειρὸς Ἰωάχαζ τοῦ πατρὸς αὐτοῦ ἐν τῷ πολέμῳ· τρὶς ἐπάταξεν αὐτὸν Ἰωὰς καὶ ἐπέστρεψε τὰς πόλεις Ἰσραήλ.