Πρωτότυπο Κείμενο
πόστειλον τὸν ἄρτον σου ἐπὶ πρόσωπον τοῦ ὕδατος, ὅτι ἐν πλήθει ἡμερῶν εὑρήσεις αὐτόν·
2 δὸς μερίδα τοῖς ἑπτὰ καί γε τοῖς ὀκτώ, ὅτι οὐ γινώσκεις τί ἔσται πονηρὸν ἐπὶ τὴν γῆν.
3 Ἐὰν πλησθῶσι τὰ νέφη ὑετοῦ, ἐπὶ τὴν γῆν ἐκχέουσι· καὶ ἐὰν πέσῃ ξύλον ἐν τῷ νότῳ καὶ ἐὰν ἐν τῷ βορρᾷ, τόπῳ, οὗ πεσεῖται τὸ ξύλον ἐκεῖ ἔσται.
4 Τηρῶν ἄνεμον οὐ σπερεῖ, καὶ βλέπων ἐν ταῖς νεφέλαις οὐ θερίσει.
5 Ἐν οἷς οὐκ ἐστὶ γινώσκων τίς ἡ ὁδὸς τοῦ πνεύματος, ὡς ὀστᾶ ἐν γαστρὶ κυοφορούσης, οὕτως οὐ γνώσῃ τὰ ποιήματα τοῦ Θεοῦ, ὅσα ποιήσει σὺν τὰ πάντα.
6 Ἐν τῷ πρωῒ σπεῖρον τὸ σπέρμα σου, καὶ εἰς ἑσπέραν μὴ ἀφέτω ἡ χείρ σου, ὅτι οὐ γινώσκεις ποῖον στοιχήσει, ἢ τοῦτο ἢ τοῦτο, καὶ ἐὰν τὰ δύο ἐπὶ τὸ αὐτὸ ἀγαθά.
7 Καὶ γλυκὺ τὸ φῶς καὶ ἀγαθὸν τοῖς ὀφθαλμοῖς τοῦ βλέπειν σὺν τὸν ἥλιον·
8 ὅτι καὶ ἐὰν ἔτη πολλὰ ζήσεται ὁ ἄνθρωπος, ἐν πᾶσιν αὐτοῖς εὐφρανφρανθήσεται καὶ μνησθήσεται τὰς ἡμέρας τοῦ σκότους ὅτι πολλαὶ ἔσονται· πᾶν τὸ ἐρχόμενον ματαιότης. 
9 Εὐφραίνου, νεανίσκε ἐν νεότητί σου, καὶ ἀγαθυνάτω σε ἡ καρδία σου ἐν ἡμέραις νεότητός σου, καὶ περιπάτει ἐν ὁδοῖς καρδίας σου ἄμωμος καὶ μὴ ἐν ὁράσει ὀφθαλμῶν σοι καὶ γνῶθι ὅτι ἐπὶ πᾶσι τούτοις ἄξει σε ὁ Θεὸς ἐν κρίσει.
10 Καὶ ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου καὶ παράγαγε πονηρίαν ἀπὸ σαρκός σου, ὅτι ἡ νεότης καὶ ἡ ἄνοια ματαιότης.