Πρωτότυπο Κείμενο
ετὰ δὲ ταῦτα ἐξελέγησαν ἀναβῆναι ἀρχηγοὶ οἴκου πατριῶν κατὰ φυλὰς αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες καὶ οἱ παῖδες αὐτῶν καὶ αἱ παιδίσκαι καὶ τὰ κτήνη αὐτῶν.
2 Καὶ Δαρεῖος συναπέστειλε μετ' αὐτῶν ἱππεῖς χιλίους ἕως τοῦ ἀποκαταστῆσαι αὐτοὺς εἰς Ἱερουσαλὴμ μετ' εἰρήνης καὶ μετὰ μουσικῶν τυμπάνων καὶ αὐλῶν·
3 καὶ πάντες οἱ ἀδελφοὶ αὐτῶν παίζοντες, καὶ ἐποίησεν αὐτοῖς συναναβῆναι μετ' ἐκεῖνον.
4 Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν ἀναβαινόντων κατὰ πατριὰς αὐτῶν εἰς τὰς φυλὰς ἐπὶ τὴν μεριδαρχίαν αὐτῶν.
5 Οἱ ἱερεῖς υἱοὶ Φινεὲς υἱοῦ Ἀαρὼν Ἰησοῦς ὁ τοῦ Ἰωσεδέκ τοῦ Σαραίου καὶ Ἰωακὶμ ὁ τοῦ Ζοροβάβελ τοῦ Σαλαθιὴλ ἐκ τοῦ οἴκου τοῦ Δαυίδ, ἐκ τῆς γενεᾶς Φαρές, φυλῆς δὲ Ἰούδα,
6 ὃς ἐλάλησεν ἐπὶ Δαρείου τοῦ βασιλέως Περσῶν λόγους σοφοὺς ἐν τῷ δευτέρῳ ἔτει τῆς βασιλείας αὐτοῦ μηνὶ Νισὰν τοῦ πρώτου μηνός.
7 Εἰσὶ δὲ οὗτοι οἱ ἐκ τῆς Ἰουδαίας ἀναβάντες ἐκ τῆς αἰχμαλωσίας τῆς παροικίας, οὓς μετῴκισε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα
8 καὶ ἐπέστρεψαν εἰς Ἱερουσαλὴμ καὶ τὴν λοιπὴν Ἰουδαίαν ἕκαστος εἰς τὴν ἰδίαν πόλιν, οἱ ἐλθόντες μετὰ Ζοροβάβελ καὶ Ἰησοῦ, Νεεμίου, Ζαραίου, Ρησαίου, Ἐνηνέος, Μαρδοχαίου, Βεελσάρου, Ἀσφαράσου, Ρεελίου, Ροΐμου, Βαανά, τῶν προηγουμένων αὐτῶν.
9 Ἀριθμὸς τῶν ἀπὸ τοῦ ἔθνους καὶ οἱ προηγούμενοι αὐτῶν· υἱοὶ Φόρος δύο χιλιάδες καὶ ἑκατὸν ἑβδομηκονταδύο. Υἱοὶ Σαφὰτ τετρακόσιοι ἑβδομηκονταδύο.
10 Υἱοὶ Ἀρὲς ἑπτακόσιοι πεντηκονταέξ.
11 Υἱοὶ Φαὰθ Μωὰβ εἰς τοὺς υἱοὺς Ἰησοῦ καὶ Ἰωὰβ δισχίλιοι ὀκτακόσιοι δεκαδύο.
12 Υἱοὶ Ἠλὰμ χίλιοι διακόσιοι πεντηκοντατέσσαρες. Υἱοὶ Ζαθουῒ ἑνακόσιοι ἑβδομηκονταπέντε. Υἱοὶ Χορβὲ ἑπτακόσιοι πέντε. Υἱοὶ Βανὶ ἑξακόσιοι τεσσαρακονταοκτώ.
13 Υἱοὶ Βηβαὶ ἑξακόσιοι τριακοντατρεῖς. Υἱοὶ Ἀργαὶ χίλιοι τριακόσιοι εἰκοσιδύο.
14 Υἱοὶ Ἀδωνικὰν ἑξακόσιοι τρίακονταεπτά. Υἱοὶ Βαγοῒ δισχίλιοι ἑξακόσιοι ἓξ. Υἱοὶ Ἀδινοὺ τετρακόσιοι πεντηκοντατέσσαρες.
15 Υἱοὶ Ἀτὴρ Ἐζεκίου ἐνενηκονταδύο. Υἱοὶ Κιλὰν καὶ Ἀζηνὰν ἑξηκονταεπτά. Υἱοὶ Ἀζαροὺ τετρακόσιοι τριακονταδύο.
16 Υἱοὶ Ἀννὶς ἑκατὸν εἶς. Υἱοὶ Ἀρὸμ τριακονταδύο. Υἱοὶ Βασαὶ τριακόσιοι εἰκοσιτρεῖς. Υἱοὶ Ἀρσιφουρὶθ ἑκατὸν δύο.
17 Υἱοὶ Βαιτηροὺς τρισχίλιοι πέντε. Υἱοὶ ἐκ Βαιθλωμῶν ἑκατὸν εἰκοσιτρεῖς.
18 Οἱ ἐκ Νετωφὰς πεντηκονταπέντε. Οἱ ἐξ Ἀναθὼθ ἑκατὸν πεντηκονταοκτώ. Οἱ ἐκ Βαιθασμὼν τεσσαρακονταδύο.
19 Οἱ ἐκ Καριαθιρὶ εἰκοσιπέντε· οἱ ἐκ Καφείρας καὶ Βηρὼγ ἑπτακόσιοι τεσσαρακοντατρεῖς.
20 Οἱ Χαδιασαὶ καὶ Ἀμμίδιοι τετρακόσιοι εἰκοσιδύο. Οἱ ἐκ Κιραμᾶς καὶ Γαββῆς ἑξακόσιοι εἰκόσιν εἶς.
21 Οἱ ἐκ Μακαλὼν ἑκατὸν εἰκοσιδύο, οἱ ἐκ Βετολίω πεντηκονταδύο. Υἱοὶ Νιφὶς ἑκατὸν πεντηκονταέξ.
22 Υἱοὶ Καλαμωλάλου καὶ Ὠνοὺς ἑπτακόσιοι εἰκοσιπέντε. Υἱοὶ Ἱερεχοὺ διακόσιοι τεσσαρακονταπέντε.
23 Υἱοὶ Σανάας τρισχίλιοι τριακόσιοι εἶς.
24 Οἱ ἱερεῖς οἱ υἱοὶ Ἰεδδοὺ τοῦ Ἰησοῦ εἰς τοὺς υἱοὺς Σανασὶβ ὀκτακόσιοι ἑβδομηκονταδύο. Υἱοὶ Ἐμμηροὺθ διακόσιοι πεντηκονταδύο.
25 Υἱοὶ Φασσούρου χίλιοι τεσσαρακονταεπτά. Υἱοὶ Χαρμὶ διακόσιοι δεκαεπτά.
26 Οἱ Λευῖται οἱ υἱοὶ Ἰησοῦ καὶ Καδοήλου καὶ Βάννου καὶ Σουδίου ἑβδομηκοντατέσσαρες.
27 Οἱ ἱεροψάλται υἱοὶ Ἀσὰφ ἑκατὸν εἰκοσιοκτώ.
28 Οἱ θυρωροὶ υἱοὶ Σαλούμ, υἱοὶ Ἀτάρ, υἱοὶ Τολμάν, υἱοὶ Δακούβ, υἱοὶ Ἀτητά, υἱοὶ Τωβίς, πάντες ἑκατὸν τριακονταεννέα.
29 Οἱ ἱερόδουλοι, υἱοὶ Ἡσαῦ, υἱοὶ Ἀσιφά, υἱοὶ Ταβαώθ, υἱοὶ Κηράς, υἱοὶ Σουδά, υἱοὶ Φαλαίου, υἱοὶ Λαβανά, υἱοὶ Ἀγραβά,
30 υἱοὶ Ἀκούδ, υἱοὶ Οὐτά, υἱοὶ Κητάβ, υἱοὶ Ἀκκαβά, υἱοὶ Συβαΐ, υἱοὶ Ἀνάν, υἱοὶ Καθουά, υἱοὶ Γεδδούρ,
31 υἱοὶ Ἰαΐρου, υἱοὶ Δαισάν, υἱοὶ Νοεβά, υἱοὶ Χασεβά, υἱοὶ Καζηρά, υἱοὶ Ὀζίου, υἱοὶ Φινοέ, υἱοι Ἀσαρά, υἱοὶ Βασθαΐ, υἱοὶ Ἀσσανά, υἱοὶ Μανί, υἱοὶ Ναφισί, υἱοὶ Ἀκούφ, υἱοὶ Ἀχιβά, υἱοὶ Ἀσούβ, υἱοὶ Φαρακέμ, υἱοὶ Βασαλέμ,
32 υἱοὶ Μεεδδά, υἱοὶ Κουθά, υἱοὶ Χαρέα, υἱοὶ Βαρχουέ, υἱοὶ Σεράρ, υἱοὶ Θομοΐ, υἱοὶ Νασί, υἱοὶ Ἀτεφά.
33 Υἱοὶ παίδων Σαλωμών, υἱοὶ Ἀσσαπφιώθ, υἱοὶ Φαριρά, υἱοὶ Ἰειηλί, υἱοὶ Λοζών, υἱοὶ Ἰσραήλ, υἱοὶ Σαφυΐ,
34 υἱοὶ Ἀγιά, υἱοὶ Φαχαρέθ, υἱοὶ Σαβιή, υἱοὶ Σαρωθί, υἱοὶ Μισαίας, υἱοὶ Τάς, υἱοὶ Ἀδδούς, υἱοὶ Σουβά, υἱοὶ Ἀφερρά, υἱοὶ Βαρωδίς, υἱοὶ Σαφάγ, υἱοὶ Ἀλλών.
35 Πάντες οἱ ἱερόδουλοι καὶ οἱ υἱοὶ τῶν παίδων Σαλωμὼν τριακόσιοι ἑβδομηχονταδύο.
36 Οὗτοι ἀναβάντες ἀπὸ Θερμελὲθ καὶ Θελερσάς, ἡγούμενος αὐτῶν Χαρααθαλὰν καὶ Ἀαλάρ.
37 Καὶ οὐκ ἠδύναντο ἀπαγγεῖλαι τὰς πατριὰς αὐτῶν καὶ γενεάς, ὡς ἐκ τοῦ Ἰσραὴλ εἰσιν· υἱοὶ Δαλὰν τοῦ υἱοῦ τοῦ Βαενάν, υἱοὶ Νεκωδὰν ἑξακόσιοι πεντηκοναδύο.
38 Καὶ ἐκ τῶν ἱερέων οἱ ἐμποιούμενοι ἱερωσύνης καὶ οὐχ εὑρέθησαν· υἱοὶ Ὀβδία, υἱοὶ Ἀκβώς, υἱοὶ Ἰαδδοῦ τοῦ λαβόντος Αὐγίαν γυναῖκα τῶν θυγατέρων Φαηζελδαίου, καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτοῦ.
39 Καὶ τούτων ζητηθείσης τῆς γενικῆς γραφῆς ἐν τῷ καταλοχισμῷ καὶ μὴ εὑρεθείσης, ἐχωρίσθησαν του ἱερατεύειν.
40 Καὶ εἶπεν αὐτοῖς Νεεμίας καὶ Ἀτθαρίας μὴ μετέχειν τῶν ἁγίων ἕως ἀναστῇ ἀρχιερεὺς ἐνδεδυμένος τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν.
41 Οἱ δὲ πάντες Ἰσραὴλ ἦσαν ἀπὸ δωδεκαετοῦς καὶ ἐπάνω, χωρὶς παίδων καὶ παιδισκῶν, μυριάδες τέσσαρες δισχίλιοι τριακόσιοι ἑξήκοντα· παῖδες τούτων καὶ παιδίσκαι ἑπτακισχίλιοι τριακόσιοι τριακονταεπτά· ψάλται καὶ ψαλτῳδοὶ διακόσιοι τεσσαρακονταπέντε·
42 κάμηλοι τετρακόσιοι τριακονταπέντε καὶ ἵπποι ἑπτακισχίλιοι τριακονταέξ, ἡμίονοι διακόσιοι τεσσαρακονταπέντε, ὑποζύγια πεντακισχίλια πεντακόσια εἰκοσιπέντε.
43 Καὶ ἐκ τῶν ἡγουμένων κατὰ τὰς πατριὰς ἐν τῷ παραγίνεσθαι αὐτοὺς εἰς τὸ ἱερὸν τοῦ Θεοῦ, τὸ ἐν Ἱερουσαλήμ, ηὔξαντο ἐγεῖραι τὸν οἶκον ἐπὶ τοῦ τόπου αὐτοῦ κατὰ τὴν αὐτῶν δύναμιν
44 καὶ δοῦναι εἰς τὸ ἱερὸν γαζοφυλάκιον τῶν ἔργων χρυσίου μνᾶς χιλίας καὶ ἀργυρίου μνᾶς πεντακισχιλίας καὶ στολὰς ἱερατικὰς ἑκατόν.
45 Καὶ κατῳκίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἐκ τοῦ λαοῦ αὐτοῦ ἐν Ἱερουσαλὴμ καὶ τῇ χώρᾳ, οἵ τε ἱεροψάλται καὶ οἱ θυρωροὶ καὶ πᾶς Ἰσραὴλ ἐν ταῖς κώμαις αὐτῶν.
46 Ἐνστάντος δὲ τοῦ ἑβδόμου μηνὸς καὶ ὄντων τῶν υἱῶν Ἰσραὴλ ἑκάστου ἐν τοῖς ἰδίοις, συνήχθησαν ὁμοθυμαδὸν εἰς τὸ εὐρύχωρον τοῦ πρώτου πυλῶνος τοῦ πρὸς τῇ ἀνατολῇ.
47 Καὶ καταστὰς Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ οἱ τούτου ἀδελφοὶ ἡτοίμασαν τὸ θυσιαστήριον τοῦ Θεοῦ τοῦ Ἰσραηλ
48 προσενέγκαι ἐπ' αὐτοῦ ὁλοκαυτώσεις ἀκολούθως τοῖς ἐν τῇ Μωυσέως βίβλῳ τοῦ ἀνθρώπου τοῦ Θεοῦ διηγορευμένοις.
49 Καὶ ἐπισυνήχθησαν αὐτοῖς ἐκ τῶν ἄλλων ἐθνῶν τῆς γῆς, καὶ κατώρθωσαν τὸ θυσιαστήριον ἐπὶ τοῦ τόπου αὐτῶν, ὅτι ἐν ἔχθρᾳ ἦσαν αὐτοῖς. Καὶ κατίσχυσαν αὐτοὺς πάντα τὰ ἔθνη τὰ ἐπὶ τῆς γῆς, καὶ ἀνέφερον θυσίας κατὰ τὸν καιρὸν καὶ ὁλοκαυτώματα Κυρίῳ τὸ πρωϊνὸν καὶ τὸ δειλινὸν
50 καὶ ἠγάγοσιν τὴν τῆς σκηνοπηγίας ἑορτήν, ὡς ἐπιτέτακται ἐν τῷ νόμῳ, καὶ θυσίας καθ' ἡμέραν, ὡς προσῆκον ἦν,
51 καὶ μετὰ ταῦτα προσφορὰς ἐνδελεχισμοῦ καὶ θυσίας σαββάτων καὶ νουμηνιῶν καὶ ἑορτῶν πασῶν ἠγιασμένων.
52 Καὶ ὅσοι ηὔξαντο εὐχὴν τῷ Θεῷ, ἀπὸ τῆς νουμηνίας τοῦ ἑβδόμου μηνὸς ἤρξαντο προσφέρειν θυσίας τῷ Θεῷ, καὶ ὁ ναὸς τοῦ Θεοῦ οὔπω ᾠκοδόμητο.
53 Καὶ ἔδωκαν ἀργύριον τοῖς λατόμοις καὶ τέκτοσι καὶ ποτὰ καὶ βρωτὰ καὶ χαρὰ τοῖς Σιδωνίοις καὶ Τυρίοις εἰς τὸ παράγειν αὐτοὺς ἐκ τοῦ Λιβάνου ξύλα κέδρινα, διαφέρειν σχεδίας εἰς τὸν Ἰόπης λιμένα, κατὰ τὸ πρόσταγμα τὸ γραφὲν αὐτοῖς παρὰ Κύρου τοῦ Περσῶν βασιλέως.
54 Καὶ τῷ δευτέρῳ ἔτει παραγενόμενος εἰς τὸ ἱερὸν τοῦ Θεοῦ εἰς Ἱερουσαλὴμ μηνὸς δευτέρου ἤρξατο Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ οἱ ἀδελφοὶ αὐτῶν καὶ οἱ ἱερεῖς οἱ Λευῖται καὶ πάντες, οἱ παραγενόμενοι ἐκ τῆς αἰχμαλωσίας εἰς Ἱερουσαλὴμ
55 καὶ ἐθεμελίωσαν τὸν ναὸν τοῦ Θεοῦ τῇ νουμηνίᾳ τοῦ δευτέρου μηνός, τοῦ δευτέρου ἔτους, ἐν τῷ ἐλθεῖν εἰς τὴν Ἰουδαίαν καὶ Ἱερουσαλὴμ.
56 Καὶ ἔστησαν τοὺς Λευίτας ἀπὸ εἰκοσαετοῦς ἐπὶ τῶν ἔργων τοῦ Κυρίου, καὶ ἔστη Ἰησοῦς καὶ οἱ υἱοὶ καὶ οἱ ἀδελφοὶ καὶ Καδμιὴλ ὁ ἀδελφὸς καὶ οἱ υἱοὶ Ἠμαδαβοῦν καὶ οἱ υἱοὶ Ἰωδὰ τοῦ Ἠλιαδοὺδ σὺν τοῖς υἱοῖς καὶ ἀδελφοῖς, πάντες οἱ Λευῖται, ὁμοθυμαδὸν ἐργοδιῶκται ποιοῦντες εἰς τὰ ἔργα ἐν τῷ οἴκῳ τοῦ Κυρίου. Καὶ ᾠκοδόμησαν οἱ οἰκοδόμοι τὸν ναὸν τοῦ Κυρίου,
57 καὶ ἔστησαν οἱ ἱερεῖς ἐστολισμένοι μετὰ μουσικῶν καὶ σαλπίγγων καὶ οἱ Λευῖται υἱοὶ Ἀσὰφ ἔχοντες τὰ κύμβαλα ὑμνοῦντες τῷ Κυρίῳ καὶ εὐλογοῦντες κατὰ Δαυὶδ βασιλέα τοῦ Ἰσραὴλ
58 καὶ ἐφώνησαν δι' ὕμνων εὐλογοῦντες τῷ Κυρίῳ, ὅτι ἡ χρηστότης αὐτοῦ καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας ἐν παντὶ Ἰσραήλ.
59 Καὶ πᾶς ὁ λαὸς ἐσάλπισαν καὶ ἐβόησαν φωνῇ μεγάλῃ ὑμνοῦντες τῷ Κυρίῳ ἐπὶ τῇ ἐγέρσει του οἴκου Κυρίου.
60 Καὶ ἤλθοσαν ἐκ τῶν ἱερέων τῶν Λευιτῶν καὶ τῶν προκαθημένων κατὰ τὰς πατριὰς αὐτῶν οἱ πρεσβύτεροι οἱ ἑωρακότες τὸν πρὸ τούτου οἶκον πρὸς τὴν τούτου οἰκοδομὴν μετὰ κλαυθμοῦ καὶ κραυγῆς μεγάλης
61 καὶ πολλοὶ διὰ σαλπίγγων καί χαρᾶς μεγάλῃ τῇ φωνῇ,
62 ὥστε τὸν λαὸν μὴ ἀκούειν τῶν σαλπίγγων διὰ τὸν κλαυθμὸν τοῦ λαοῦ· ὁ γὰρ ὄχλος ἦν ὁ σαλπίζων μεγάλως, ὥστε μακρόθεν ἀκούεσθαι.
63 Καὶ ἀκούσαντες οἱ ἐχθροὶ τῆς φυλῆς Ἰούδα καὶ Βενιαμὶν ἤλθοσαν ἐπιγνῶναι τίς ἡ φωνὴ τῶν σαλπίγγων.
64 Καὶ ἐπέγνωσαν ὅτι οἱ ἐκ τῆς αἰχμαλωσίας οἰκοδομοῦσι τὸν ναὸν τῷ Κυρίῳ Θεῷ Ἰσραήλ,
65 καὶ προσελθόντες ἐν τῷ Ζοροβάβελ καὶ Ἰησοῦ καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν λέγουσιν αὐτοῖς· συνοικοδομήσωμεν ὑμῖν·
66 ὁμοίως γὰρ ὑμῖν ἀκούομεν τοῦ Κυρίου ὑμῶν καὶ αὐτῷ ἐπιθύομεν ἀφ' ἡμερῶν Ἀσβασαρὲθ βασιλέως Ἀσσυρίων, ὃς μετήγαγεν ἡμᾶς ἐνταύθα.
67 Καὶ εἶπεν αὐτοῖς Ζοροβάβελ καὶ Ἰησοῦς καὶ οἱ ἡγούμενοι τῶν πατριῶν τοῦ Ἰσραήλ· οὐχ ἡμῖν καὶ ὑμῖν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίῳ Θεῷ ἡμῶν·
68 ἡμεῖς γὰρ μόνοι οἰκοδομήσομεν τῷ Κυρίῳ τοῦ Ἰσραὴλ ἀκολούθως, οἷς προσέταξεν ἡμῖν Κῦρος ὁ βασιλεὺς Περσῶν.
69 Τὰ δὲ ἔθνη τῆς γῆς ἐπικοιμώμενα τοῖς ἐν τῇ Ἰουδαίᾳ καὶ πολιορκοῦντες εἶργον τοῦ οἰκοδομεῖν.
70 Καὶ βουλὰς δημαγωγοῦντες καὶ συστάσεις ποιούμενοι ἀπεκώλυσαν τοῦ ἀποτελεσθῆναι τὴν οἰκοδομὴν πάντα τὸν χρόνον τῆς ζωῆς τοῦ βασιλέως Κύρου. Καὶ εἴρχθησαν τῆς οἰκοδομῇς ἔτη δύο ἕως τῆς Δαρείου βασιλείας.