Πρωτότυπο Κείμενο
ὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων· ἧ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδάμ, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν·
2 ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ εὐλόγησεν αὐτούς· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Ἀδάμ, ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς·
3 ἔζησε δὲ Ἀδὰμ τριάκοντα καὶ διακόσια ἔτη, καὶ ἐγέννησε κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ.
4 Ἐγένοντο δὲ αἱ ἡμέραι τοῦ Ἀδάμ, ἂς ἔζησε μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σήθ, ἔτη ἑπτακόσια, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
5 Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἀδάμ, ἂς ἔζησε, τριάκοντα καὶ ἐννακόσια ἔτη, καὶ ἀπέθανεν.
6 Ἔζησε δὲ Σὴθ πέντε καὶ διακόσια ἔτη καὶ ἐγέννησε τὸν Ἐνώς.
7 Καὶ ἔζησε Σὴθ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἐνὼς ἑπτὰ ἔτη καὶ ἑπτακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
8 Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Σὴθ δώδεκα καὶ ἐννακόσια ἔτη, καὶ ἀπέθανε.
9 Καὶ ἔζησεν Ἐνὼς ἔτη ἑκατὸν ἐνενήκοντα καὶ ἐγέννησε τὸν Καϊνᾶν.
10 Καὶ ἔζησεν Ἐνὼς μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καϊνᾶν πεντεκαίδεκα ἔτη καὶ ἑπτακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
11 Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἐνὼς πέντε ἔτη καὶ ἐννακόσια, καὶ ἀπέθανε.
12 Καὶ ἔζησε Καϊνᾶν ἑβδομήκοντα καὶ ἑκατὸν ἔτη, καὶ ἐγέννησε τὸν Μαλελεήλ.
13 Καὶ ἔζησε Καϊνᾶν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαλελεὴλ τεσσαράκοντα καὶ ἑπτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
14 Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Καϊνᾶν δέκα ἔτη καὶ ἐννακόσια, καὶ ἀπέθανε.
15 Καὶ ἔζησε Μαλελεὴλ πέντε καὶ ἑξήκοντα καὶ ἑκατὸν ἔτη καὶ ἐγέννησε τὸν Ἰάρεδ.
16 Καὶ ἔζησε Μαλελεὴλ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἰάρεδ ἔτη τριάκοντα καὶ ἑπτακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
17 Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαλελεὴλ ἔτη πέντε καὶ ἐνενήκοντα καὶ ὀκτακόσια, καὶ ἀπέθανε.
18 Καὶ ἔζησεν Ἰάρεδ δύο καὶ ἑξήκοντα ἔτη καὶ ἑκατὸν καὶ ἐγέννησε τὸν Ἐνώχ.
19 Καὶ ἔζησεν Ἰάρεδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἐνώχ ὀκτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
20 Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἰάρεδ δύο καὶ ἑξήκοντα καὶ ἐννακόσια ἔτη, καὶ ἀπέθανε.
21 Καὶ ἔζησεν Ἐνὼχ πέντε καὶ ἑξήκοντα καὶ ἑκατὸν ἔτη καὶ ἐγέννησε τὸν Μαθουσάλα.
22 Εὐηρέστησε δὲ Ἐνὼχ τῷ Θεῷ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα διακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
23 Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἐνὼχ πέντε καὶ ἑξήκοντα καὶ τριακόσια ἔτη.
24 Καὶ εὐηρέστησεν Ἐνὼχ τῷ Θεῷ καὶ οὐχ εὑρίσκετο, ὅτι μετέθηκεν αὐτὸν ὁ Θεός.
25 Καὶ ἔζησε Μαθουσάλα ἑπτὰ ἔτη καὶ ἑξήκοντα καὶ ἑκατὸν καὶ ἐγέννησε τὸν Λάμεχ.
26 Καὶ ἔζησε Μαθουσάλα μετὰ τὰ γεννῆσαι αὐτὸν τὸν Λάμεχ δύο καὶ ὀκτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
27 Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαθουσάλα, ἂς ἔζησεν, ἐννέα καὶ ἑξήκοντα καὶ ἐννακόσια ἔτη, καὶ ἀπέθανε.
28 Καὶ ἔζησε Λάμεχ ὀκτὼ καὶ ὀγδοήκοντα καὶ ἑκατὸν ἔτη καὶ ἐγέννησεν υἱόν.
29 Καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Νῶε λέγων· οὗτος διαναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν καὶ ἀπὸ τῶν λυπῶν τῶν χειρῶν ἡμῶν καὶ ἀπὸ τῆς γῆς, ἧς κατηράσατο Κύριος ὁ Θεός.
30 Καὶ ἔζησε Λάμεχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Νῶε πεντακόσια καὶ ἑξήκοντα καὶ πέντε ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
31 Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Λάμεχ ἑπτακόσια καὶ πεντήκοντα τρία ἔτη, καὶ ἀπέθανε.
32 Καὶ ἦν Νῶε ἐτῶν πεντακοσίων καὶ ἐγέννησε τρεῖς υἱούς, τὸν Σήμ, τὸν Χάμ, καὶ τὸν Ἰάφεθ.