Πρωτότυπο Κείμενο
αὶ ἐκίνησεν ἐκεῖθεν Ἁβραὰμ εἰς γῆν πρὸς λίβα καὶ ᾤκησεν ἀνὰ μέσον Κάδης καὶ ἀνὰ μέσον Σούρ. Καὶ παρῴκησεν ἐν Γεράροις.
2 Εἶπε δὲ Ἁβραὰμ περὶ Σάρρας τῆς γυναικὸς αὐτοῦ, ὅτι ἀδελφή μου ἐστίν· ἐφοβήθη γὰρ εἰπεῖν ὅτι γυνή μου ἐστί, μή ποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως δι' αὐτήν. Ἀπέστειλε δὲ Ἀβιμέλεχ, βασιλεὺς Γαράρων, καὶ ἔλαβε τὴν Σάρραν.
3 Καὶ εἰσῆλθεν ὁ Θεὸς πρὸς Ἀβιμέλεχ ἐν ὕπνῳ τὴν νύκτα καὶ εἶπεν· ἰδοὺ σὺ ἀποθνήσκεις περὶ τῆς γυναικός, ἧς ἔλαβες, αὕτη δέ ἐστι συνῳκηκυῖα ἀνδρί.
4 Ἀβιμέλεχ δὲ οὐχ ἥψατο αὐτῆς καὶ εἶπε· Κύριε, ἔθνος ἀγνοοῦν καὶ δίκαιον ἀπολεῖς;
5 Οὐκ αὐτός μοι εἶπεν, ἀδελφή μου ἐστί; Καὶ αὕτη μοι εἶπεν, ἀδελφός μου ἐστίν; Ἐν καθαρᾷ  καρδίᾳ  καὶ ἐν δικαιοσύνῃ χειρῶν ἐποίησα τοῦτο.
6 Εἶπε δὲ αὐτῷ  ὁ Θεὸς  καθ' ὕπνον. Κἀγὼ ἔγνων ὅτι ἐν καθαρᾷ καρδίᾳ ἐποίησας τοῦτο, καὶ ἐφεισάμην σου τοῦ ἁμαρτεῖν σε εἰς ἐμέ· ἕνεκα τούτου οὐκ ἀφῆκά σε ἅψασθαι αὐτῆς.
7 Νῦν δὲ ἀπόδος τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστὶ καὶ προσεύξεται περὶ σοῦ καὶ ζήσῃ· εἰ δὲ μὴ ἀποδίδως, γνώσῃ ὅτι ἀποθανῇ σὺ καὶ πάντα τὰ σά.
8 Καὶ ᾤρθρισεν Ἀβιμέλεχ τῷ πρωΐ καὶ ἐκάλεσε πάντας τοὺς παῖδας αὐτοῦ καὶ ἐλάλησε πάντα τὰ ρήματα ταῦτα εἰς τὰ ὦτα αὐτῶν, ἐφοβήθησαν δὲ πάντες οἱ ἄνθρωποι σφόδρα.
9 Καὶ ἐκάλεσεν Ἀβιμέλεχ τὸν Ἀβραάμ, καὶ εἶπεν αὐτῷ· τί τοῦτο ἐποίησας ἡμῖν; Μήτι ἡμάρτομεν εἰς σέ, ὅτι ἐπήγαγες ἐπ' ἐμὲ καὶ ἐπὶ τὴν βασιλείαν μου ἁμαρτίαν μεγάλην; Ἔργον, ὃ οὐδεὶς ποιήσει, πεποίηκάς μοι.
10 Εἶπε δὲ Ἀβιμέλεχ τῷ Ἁβραάμ· τί ἐνιδὼν ἐποίησας τοῦτο;
11 Εἶπε δὲ Ἀβραάμ· εἶπα γάρ, ἄρα οὔκ ἐστι θεοσέβεια ἐν τῷ τόπῳ τούτῳ, ἐμέ τε ἀποκτενοῦσιν ἕνεκεν τῆς γυναικός μου.
12 Καὶ γὰρ ἀληθῶς ἀδελφή μου ἐστὶν ἐκ πατρός, ἀλλ' οὐκ ἐκ μητρός· ἐγενήθη δέ μοι εἰς γυναῖκα.
13 Ἐγένετο δέ, ἡνίκα ἐξήγαγέ με ὁ Θεὸς ἐκ τοῦ οἴκου τοῦ πατρός μου, καὶ εἶπα αὐτῇ· ταύτην τὴν δικαιοσύνην ποιήσεις εἰς ἐμέ, εἰς πάντα τόπον οὗ ἐὰν εἰσέλθωμεν ἐκεῖ, εἰπὸν ἐμέ, ὅτι ἔδελφός μου ἐστίν.
14 Ἔλαβε δὲ Ἀβιμέλεχ χίλια δίδραχμα καὶ πρόβατα καὶ μόσχους καὶ παῖδας καὶ παιδίσκας καὶ ἔδωκε τῷ Ἁβραὰμ καὶ ἀπέδωκεν αὐτῷ Σάρραν τὴν γυναῖκα αὐτοῦ.
15 Καὶ εἶπεν Ἀβιμέλεχ τῷ Ἁβραάμ· ἰδοὺ ἡ γῆ μου ἐναντίον σου· οὖ ἐάν σοι ἀρέσκῃ, κατοίκει.
16 Τῇ δὲ Σάρρᾳ εἶπεν· ἰδοὺ δέδωκα χίλια δίδραχμα τῷ ἀδελφῷ σου· ταῦτα ἔσται σοι εἰς τὴν τιμὴν τοῦ προσώπου σου καὶ πάσαις ταῖς μετὰ σοῦ· καὶ πάντα ἀλήθευσον.
17 Προσηύξατο δὲ Ἁβραὰμ πρὸς τὸν Θεόν, καὶ ἰάσατο ὁ Θεὸς τὸν Ἀβιμέλεχ καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰς παιδίσκας αὐτοῦ, καὶ ἔτεκον.
18 Ὅτι συγκλείων συνέκλεισε Κύριος ἔξωθεν πᾶσαν μήτραν ἐν τῷ οἴκῳ Ἀβιμέλεχ, ἕνεκεν Σάρρας τῆς γυναικὸς Ἁβραάμ.