Πρωτότυπο Κείμενο
ὖται δὲ αἱ γενέσεις Ἡσαῦ (αὐτὸς ἐστιν Ἐδώμ)·
2 Ἡσαῦ δὲ ἔλαβε τὰς γυναῖκας ἑαυτῷ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, τὴν Ἀδᾶ θυγατέρα Αἰλώμ τοῦ Χετταίου καὶ τὴν Ὀλιβεμὰ θυγατέρα Ἀνὰ τοῦ υἱοῦ Σεβεγὼν τοῦ Εὐαίου
3 καὶ τὴν Βασεμὰθ θυγατέρα Ἰσμαὴλ ἀδελφὴν Ναβαιώθ.
4 Ἔτεκε δὲ αὐτῷ Ἀδὰ τὸν Ἐλιφάς, καὶ Βασεμὰθ ἔτεκε τὸν Ραγουήλ,
5 και Ὀλιβεμὰ ἔτεκε τὸν Ἰεοὺς καὶ τὸν Ἰεγλὸμ καὶ τὸν Κορέ· οὗτοι υἱοὶ Ἡσαῦ, οἳ ἐγένοντο αὐτῷ ἐν γῆ Χαναάν.
6 Ἔλαβε δὲ Ἡσαῦ τὰς γυναῖκας αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας αὐτοῦ καὶ πάντα τὰ σώματα τοῦ οἴκου αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ πάντα τὰ κτήνη καί, πάντα ὅσα ἐκτήσατο καὶ πάντα ὅσα περιεποιήσατο ἐν γῇ Χαναάν, καὶ ἐπορεύθη Ἡσαῦ ἐκ τῆς γῆς Χαναὰν ἀπὸ προσώπου Ἰακὼβ τοῦ ἀδελφοῦ αὐτοῦ.
7 Ἦν γὰρ αὐτῶν τὰ ὑπάρχοντα πολλὰ τοῦ οἰκεῖν ἅμα, καὶ οὐκ ἠδύνατο ἡ γῆ τῆς παροικήσεως αὐτῶν φέρειν αὐτοὺς ἀπὸ τοῦ πλήθους τῶν ὑπαρχόντων αὐτῶν.
8 Κατῴκησε δὲ Ἡσαῦ ἐν τῷ ὄρει Σηείρ  (Ἡσαῦ αὐτὸς ἐστιν Ἐδώμ).
9 Αὖται δὲ αἱ γενέσεις Ἡσαῦ πατρὸς Ἐδὼμ ἐν τῷ ὄρει Σηείρ,
10 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἡσαῦ· Ἑλιφὰς υἱὸς Ἀδᾶς γυναικὸς Ἡσαῦ  καὶ Ραγουήλ υἱὸς Βασεμὰθ γυναικὸς Ἡσαῦ.
11 Ἐγένοντο δὲ Ἑλιφὰς υἱοί· Θαιμάν, Ὡμάρ, Σωφάρ, Γοθὼμ καὶ Κενέζ·
12 Θαμνὰ δὲ ἦν παλλακὴ Ἑλιφὰς του υἱοῦ Ἡσαῦ καὶ ἔτεκε τῷ Ἐλιφὰς τὸν Ἀμαλήκ· οὗτοι υἱοὶ Ἀδᾶς γυναικὸς Ἡσαῦ.
13 Οὗτοι δὲ υἱοὶ Ραγουήλ· Ναχὸθ, Ζαρέ, Σομὲ καὶ Μοζέ· οὗτοι ἦσαν υἱοὶ Βασεμὰθ γυναικὸς Ἡσαῦ.
14 Οὗτοι δὲ υἱοὶ Ὀλιβεμᾶς θυγατρὸς Ἀνὰ τοῦ υἱοῦ Σεβεγών, γυναικὸς Ἡσαῦ· ἔτεκε δὲ τῷ Ἡσαῦ τὸν Ἰεοὺς καὶ τὸν Ἰεγλὸμ καὶ τὸν Κερέ.
15 Οὗτοι ἡγεμόνες υἱοὶ Ἡσαῦ. Υἱοὶ Ἑλιφὰς πρωτοτόκου Ἡσαῦ· ἡγεμὼν Θαιμάν, ἡγεμὼν Ὡμάρ, ἡγεμὼν Σωφάρ, ἡγεμὼν Κενέζ.
16 Ἡγεμὼν Κορέ, ἡγεμὼν Γοθώμ, ἡγεμὼν Ἀμαλήκ· οὗτοι ἡγεμόνες Ἑλιφάς ἐν γῆ Ἰδουμαίᾳ· οὗτοι υἱοὶ Ἀδᾶς.
17 Καὶ οὗτοι υἱοὶ Ραγουὴλ υἱοῦ Ἡσαῦ· ἡγεμὼν Ναχώθ, ἡγεμὼν Ζαρέ, ἡγεμὼν Σομέ, ἡγεμὼν Μοζέ· οὗτοι ἡγεμόνες Ραγουήλ ἐν γῇ Ἐδώμ. Οὗτοι υἱοὶ Βασεμὰθ γυναικὸς Ἡσαῦ.
18 Οὗτοι δὲ υἱοὶ Ὀλιβεμᾶς γυναικὸς Ἡσαῦ· ἡγεμὼν Ἰεούλ, ἡγεμὼν Ἰεγλόμ, ἡγεμὼν Κορέ· οὗτοι ἡγεμόνες Ὀλιβεμᾶς θυγατρὸς Ἀνὰ γυναικὸς Ἡσαῦ.
19 Οὗτοι υἱοὶ Ἡσαῦ, καὶ οὗτοι ἡγεμόνες αὐτῶν. Οὗτοι εἶσιν υἱοὶ Ἐδώμ.
20 Οὗτοι δὲ υἱοὶ Σηεὶρ τοῦ Χορραίου τοῦ κατοικοῦντος τὴν γῆν· Λωτάν, Σωβάλ, Σεβεγών, Ἀνὰ
21 καὶ Δησὼν καὶ  Ἀσὰρ καὶ Ρισών· οὗτοι ἡγεμόνες τοῦ Χορραίου τοῦ οἱοῦ Σηεὶρ ἐν τῇ γῇ Ἐδώμ.
22 Ἐγένοντο δὲ υἱοὶ Λωτάν· Χορρὶ καὶ Αἰμάν· ἀδελφὴ δὲ Λωτὰν Θαμνά.
23 Οὗτοι δὲ υἱοὶ Σωβάλ· Γωλὰμ καὶ Μαναχὰθ καὶ Γαιβὴλ καὶ Σωφὰρ καὶ Ὡμάρ.
24 Καὶ οὗτοι υἱοὶ Σεβεγών· Ἀϊὲ καὶ Ἀνά· οὗτός ἐστιν Ἀνά, ὃς εὖρε τὸν Ἰαμαὶν ἐν τῇ ἐρήμῳ, ὅτε ἔνεμε τὰ ὑποζύγια Σεβεγὼν τοῦ πατρὸς αὐτοῦ.
25 Οὗτοι δὲ υἱοὶ Ἀνά· Δησὼν καὶ Ὀλιβεμὰ θυγάτηρ Ἀνά.
26 Οὗτοι δὲ υἱοὶ Δησών· Ἀμαδὰ καὶ καὶ Ἀσβὰν Ἰθρὰν καὶ Χαρράν.
27 Οὗτοι δὲ υἱοὶ Ἀσάρ· Βαλαὰμ καὶ Ζουκάμ καὶ Ἰουκάμ.
28 Οὗτοι δὲ υἱοὶ Ρισών· Ὧς καὶ Ἀράν.
29 Οὗτοι δὲ ἡγεμόνες Χορρί· ἡγεμὼν Λωτάν, ἡγεμὼν  Σωβάλ, ἡγεμὼν Σεβεγών, ἡγεμὼν  Ἀνά,
30 ἡγεμὼν Δησών,  ἡγεμὼν Ἀσάρ, ἡγεμὼν Ρισών. Οὗτοι ἡγεμόνες Χορί· ἐν ταῖς ἡγεμονίαις  αὐτῶν ἐν γῇ Ἐδώμ.
31 Καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν Ἐδὼμ  πρὸ  τοῦ  βασιλεῦσαι βασιλέα ἐν Ἰσραήλ.
32 Καὶ ἐβασίλευσεν ἐν Ἐδὼμ Βαλὰκ υἱὸς Βεώρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβά.
33 Ἀπέθανε δὲ Βαλάκ, καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ Ἰωβὰβ  υἱὸς  Ζαρὰ ἐκ Βοσόρρας.
34 Ἀπέθανε δὲ Ἰωβάβ, καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ Ἀσὼμ ἐκ τῆς γῆς Θαιμανών.
35 Ἀπέθανε δὲ Ἀσώμ, καὶ  ἐβασίλευσεν ἀντ' αὐτοῦ Ἀδὰδ υἱὸς  Βαρὰδ ὁ ἐκκόψας Μαδιὰμ ἐν τῷ πεδίῳ Μωάβ, καὶ ὄνομα τῇ  πόλει  αὐτοῦ Γετθαίμ.
36 Ἀπέθανε δὲ Ἀδὰδ, καὶ ἐβασίλευσε ἀντ' αὐτοῦ Σαμαδὰ ἐκ Μασεκκᾶς.
37 Ἀπέθανε δὲ Σαμαδὰ, καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ Σαοὺλ ἐκ Ροωβὼθ τῆς παρὰ ποταμόν.
38 Ἀπέθανε δὲ Σαούλ, καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ Βαλαεννὼν υἱὸς Ἀχοβώρ.
39 Ἀπέθανε δὲ Βαλαεννὼν υἱὸς Ἀχοβώρ, καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ Ἀρὰδ υἱὸς Βαράδ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φογώρ, ὄνομα δὲ τῇ γυναικὶ αὐτοῦ Μετεβεήλ, θυγάτηρ Ματραΐθ, υἱοῦ Μαιζοώβ.
40 Ταῦτα τὰ ὀνόματα τῶν ἡγεμόνων Ἡσαῦ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ τόπον αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν. Ἡγεμὼν Θαμνά, ἡγεμὼν Γωλά, ἡγεμὼν Ἰεθέρ,
41 ἡγεμὼν Ὀλιβεμάς, ἡγεμὼν Ἡλάς, ἡγεμὼν Φινών,
42 ἡγεμὼν Κενέζ, ἡγεμὼν Θαιμάν, ἡγεμὼν Μαζάρ,
43 ἡγεμὼν Μαγεδιήλ, ἡγεμὼν Ζαφωίν. Οὗτοι ἡγεμόνες Ἐδὼμ ἐν ταῖς κατῳκοδομημέναις ἐν τῇ γῇ τῆς κτήσεως αὐτῶν. Οὗτος Ἡσαῦ πατὴρ Ἐδώμ.