Πρωτότυπο Κείμενο
ωσὴφ  δὲ κατήχθη εἰς Αἴγυπτον, καὶ  ἐκτήσατο αὐτὸν Πετεφρής  ὁ εὐνοῦχος Φαραώ, ὁ ἀρχιμάγειρας, ἀνὴρ Αἰγύπτιος, ἐκ χειρῶν τῶν Ἰσμαηλιτῶν, οἳ κατήγαγον αὐτὸν ἐκεῖ.
2 Καὶ ἦν Κύριος μετὰ Ἰωσήφ, καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων καὶ ἐγένετο ἐν τῷ οἴκῳ παρὰ τῷ κυρίῳ αὐτοῦ τῷ Αἰγυπτίῳ.
3 Ἤδει δὲ ὁ κύριος αὐτοῦ, ὅτι ὁ Κύριος ἦν μετ' αὐτοῦ καὶ ὅσα ἐὰν ποιῇ, Κύριος εὐοδοῖ ἐν ταῖς χερσὶν αὐτοῦ.
4 Καὶ εὗρεν Ἰωσὴφ χάριν ἐναντίον τοῦ κυρίου αὐτοῦ, καὶ εὐηρέστησεν αὐτῷ, καὶ κατέστησεν αὐτὸν ἐπὶ τοῦ οἴκου αὐτοῦ καὶ πάντα ὅσα ἦν αὐτῷ, ἔδωκε διὰ χειρὸς Ἰωσήφ.
5 Ἐγένετο δὲ μετὰ τὸ καταστῆναι αὐτὸν ἐπὶ τοῦ οἴκου αὐτοῦ καὶ ἐπὶ πάντα, ὅσα ἦν αὐτῷ, καὶ ηὐλόγησε Κύριος τὸν οἶκον τοῦ Αἰγυπτίου διὰ Ἰωσήφ, καὶ ἐγενήθη εὐλογία Κυρίου ἐν πᾶσι τοῖς ὑπάρχουσιν αὐτῷ ἐν τῷ οἴκῳ καὶ ἐν τῷ ἀγρῷ αὐτοῦ.
6 Καὶ ἐπέτρεψε πάντα, ὅσα ἦν αὐτῷ, εἰς χεῖρας Ἰωσὴφ καὶ οὐκ ᾔδει τῶν καθ' αὐτὸν οὐδὲν πλὴν τοῦ ἄρτου, οὗ ἤσθιεν αὐτός.
Καὶ ἦν Ἰωσὴφ καλὸς τῷ εἴδει καὶ ὡραῖος τῇ ὄψει σφόδρα.
7 Ἐγένετο μετὰ τὰ ρήματα ταῦτα καὶ ἐπέβαλεν ἡ γυνὴ τοῦ κυρίου αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτῆς ἐπὶ Ἰωσὴφ καὶ εἶπε· κοιμήθητι μετ' ἐμοῦ.
8 Ὁ δὲ οὐκ ἤθελεν, εἶπε δὲ τῇ γυναικὶ τοῦ κυρίου αὐτοῦ· εἰ ὁ κύριός μου οὐ γινώσκει δι' ἐμὲ οὐδὲν ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ πάντα, ὅσα ἐστὶν αὐτῷ, ἔδωκεν εἰς τὰς χεῖράς μου·
9 καὶ οὐχ ὑπερέχει ἐν τῇ οἰκίᾳ ταύτῃ οὐδὲν ἐμοῦ, οὐδὲ ὑπιξῄρηται ἀπ' ἐμοῦ οὐδὲν πλὴν σοῦ, διὰ τὸ σὲ γυναῖκα αὐτοῦ εἶναι, καὶ πῶς ποιήσω τὸ ρῆμα τὸ πονηρὸν τοῦτο, καὶ ἁμαρτήσομαι ἐναντίον τοῦ Θεοῦ;
10 Ἡνίκα δὲ ἐλάλει τῷ Ἰωσὴφ ἡμέραν ἐξ ἡμέρας, καὶ οὐχ ὑπήκουεν αὐτῇ καθεύδειν μετ' αὐτῆς τοῦ συγγενέσθαι αὐτῇ.
11 Ἐγένετο δὲ τοιαύτη τις ἡμέρα, καὶ εἰσῆλθεν Ἰωσὴφ εἰς τὴν οἰκίαν ποιεῖν τὰ ἔργα αὐτοῦ, καὶ οὐδεὶς ἦν ἐν τῇ οἰκίᾳ ἔσω,
12 καὶ ἐπεσπάσατο αὐτὸν τῶν ἱματίων λέγουσα· κοιμήθητι μετ' ἐμοῦ, καὶ καταλιπὼν τὰ ἱμάτια αὐτοῦ ἐν ταῖς χερσὶν αὐτῆς ἔφυγε καὶ ἐξῆλθεν ἔξω.
13 Καὶ ἐγένετο ὡς εἶδεν, ὅτι καταλιπὼν τὰ ἱμάτια αὐτοῦ ἐν ταῖς χερσὶν αὐτῆς ἔφυγε καὶ ἐξῆλθεν ἔξω,
14 καὶ ἐκάλεσε τοὺς ὄντας ἐν τῇ οἰκίᾳ καὶ εἶπεν αὐτοῖς λέγουσα· ἴδετε, εἰσήγαγεν ἡμῖν παῖδα Ἑβραῖον ἐμπαίζειν ἡμῖν· εἰσῆλθε πρός με λέγων· κοιμήθητι μετ' ἐμοῦ, καὶ ἐβόησα φωνῇ μεγάλῃ.
15 Ἐν δὲ τῷ ἀκοῦσαι αὐτὸν ὅτι ὕψωσα τὴν φωνήν μου καὶ ἐβόησα, καταλιπὼν τὰ ἱμάτια αὐτοῦ παρ' ἐμοὶ ἔφυγε καὶ ἐξῆλθεν ἔξω.
16 Καὶ καταλιμπάνει τὰ ἱμάτια παρ' ἑαυτῇ, ἕως ἦλθεν ὁ κύριος εἰς τὸν οἶκον αὐτοῦ.
17 Καὶ ἐλάλησεν αὐτῷ κατὰ τὰ ρήματα ταῦτα λέγουσα· εἰσῆλθε πρός με ὁ παῖς ὁ Ἑβραῖος, ὃν εἰσήγαγες πρὸς ἡμᾶς, ἐμπαῖξαί μοι καὶ εἶπέ μοι· κοιμηθήσομαι μετὰ σοῦ·
18 ὡς δὲ ἤκουσεν ὅτι  ὕψωσα τὴν φωνήν  μου  καὶ ἐβόησα, καταλιπὼν τὰ ἱμάτια αὐτοῦ παρ' ἐμοὶ ἔφυγε ἐξῆλθεν ἔξω.
19 Ἐγένετο δέ, ὡς ἤκουσεν ὁ κύριος τοῦ τὰ ρήματα τῆς γυναικὸς αὐτοῦ, ὅσα ἐλάλησε πρὸς αὐτόν, λέγουσα· οὕτως ἐποίησέ μοι ὁ παῖς καὶ  ἐθυμώθη  ὀργῇ.
20 Καὶ Λαβὼν  ὁ κύριος ᾿Ιωσὴφ ἐνέβαλεν αὐτὸν εἰς τὸ ὀχύρωμα, εἰς τὸν τόπον, ἐν τῷ οἱ δεσμῶται τοῦ βασιλέως  κατέχονται ἐκεῖ ἐν τῷ ὠχυρώματι.
21 Καὶ ἦν Κύριος μετὰ Ἰωσὴφ καὶ κατέχεεν αὐτοῦ ἔλεος καὶ ἔδωκεν αὐτῷ χάριν ἐναντίον τοῦ ἀρχιδεσμοφύλακος,
22 καὶ ἔδωκεν ὁ ἀρχιδεσμοφύλαξ τὸ δεσμωτήριον διὰ χειρὸς Ἰωσὴφ καὶ πάντας τοὺς ἀπηγμένους, ὅσοι ἐν τῷ δεσμωτηρίῳ, καὶ πάντα ὅσα ποιοῦσιν ἐκεῖ, αὐτὸς ἦν ποιῶν.
23 Οὐκ ἦν ὁ ἀρχιδεσμοφύλαξ τοῦ δεσμωτηρίου γινώσκων δι' αὐτὸν οὐδέν· πάντα γὰρ ἦν διὰ χειρὸς Ἰωσὴφ διὰ τὸ τὸν Κύριον μετ' αὐτοῦ εἶναι, καὶ ὅσα αὐτὸς ἐποίει, ὁ Κύριος εὐώδου ἐν ταῖς χερσὶν αὐτοῦ.