Πρωτότυπο Κείμενο
αὶ ἐνετείλατο ὁ ᾿Ιωσὴφ τῷ ὄντι ἐπὶ τῆς οἰκίας αὐτοῦ λέγων· πλήσατε τοὺς μαρσίππους τῶν ἀνθρώπων βρωμάτων, ὅσα ἐὰν δύνωνται ἆραι, καὶ ἐμβάλετε ἑκάστου ἀγύριον ἐπὶ τοῦ στόματος τοῦ μαρσίππου
2 καὶ τὸ κόνδυ μου τὸ ἀργυροῦν ἐμβάλετε  εἰς τὸν  μάρσιππον τοῦ νεωτέρου καὶ τὴν τιμὴν τοῦ σίτου αὐτοῦ. Ἐγενήθη  δὲ κατὰ τὸ ρῆμα Ἰωσήφ, καθὼς εἶπε.
3 Τὸ πρωΐ διέφαυσε, καὶ οἱ ἄνθρωποι ἀπεστάλησαν, αὐτοὶ καὶ οἱ ὄνοι αὐτῶν.
4 Ἐξελθόντων δὲ αὐτῶν τὴν πόλιν, οὐκ ἀπέσχον μακράν, καὶ Ἰωσὴφ εἶπε τῷ ἐπὶ τῆς οἰκίας  αὐτοῦ· ἀναστὰς ἐπιδίωξον ὀπίσω τῶν ἀνθρώπων καὶ καταλήψῃ αὐτοὺς καὶ ἐρεῖς αὐτοῖς· τί ὅτι ἀνταπεδώκατε πονηρὰ ἀντὶ καλῶν; Ἱνατί ἐκλέψατέ μου τὸ κόνδυ τὸ ἀργυροῦν;
5 Οὐ τοῦτο ἐστιν, ἐν ᾧ πίνει ὁ κύριός μου; Αὐτὸς δὲ οἰωνισμῷ οἰωνίζεται ἐν αὐτῷ. Πονηρὰ συντετελέκατε, ἃ πεποιήκατε.
6 Εὑρὼν δὲ αὐτοὺς εἶπεν αὐτοῖς κατὰ τὰ ρήματα ταῦτα.
7 Οἱ δὲ εἶπαν αὐτῷ·  ἱνατί  λαλεῖ  ὁ κύριος κατὰ τὰ ρήματα ταῦτα;  Μὴ γένοιτο τοῖς παισί σου ποιῆσαι κατὰ τὸ ρῆμα τοῦτο.
8 Εἰ τὸ μὲν ἀργύριον, ὁ εὕρομεν ἐν τοῖς μαρσίπποις ἡμῶν, ἀπεστρέψαμεν πρὸς σὲ ἐκ γῆς Χαναάν, πῶς ἂν κλέψαιμεν ἐκ τοῦ οἴκου τοῦ κυρίου σου ἀργύριον ἢ χρυσίον;
9 Παρ' ᾧ ἂν εὕρῃς τὸ κόνδυ τῶν παίδων σου, ἀποθνησκέτω· καὶ ἡμεῖς δὲ  ἐσόμεθα  παῖδες τῷ  κυρίῳ ἡμῶν.
10 Ὁ δὲ εἶπε· καὶ νῦν ὡς λέγετε, οὕτως ἔσται·  παρ' ᾧ ἂν εὑρεθῇ  τὸ κόνδυ, ἔσται μου παῖς, ὑμεῖς δὲ ἔσεσθε καθαροί.
11 Καὶ ἔσπευσαν καὶ καθεῖλαν ἕκαστος τὸν μάρσιππον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ ἤνοιξαν ἕκαστος τὸν μάρσιππον  αὐτοῦ.
12 Ἠρεύνησε δὲ ὀπὸ τοῦ πρεσβυτέρου ἀρξάμενος, ἕως ἦλθεν ἐπὶ τὸν νεώτερον, καὶ εὖρε τὸ  κόνδυ ἐν τῷ μαρσίππω τοῦ Βενιαμίν.
13 Καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν καὶ ἐπέθηκαν ἕκαστος  τὸν μάρσιππον αὐτοῦ  ἐπὶ τὸν ὄνον αὐτοῦ, καὶ ἐπέστρεψαν εἰς τὴν πόλιν.
14 Εἰσῆλθε δὲ Ἰούδας καὶ οἱ ἀδελφοὶ  αὐτοῦ  πρὸς Ἰωσήφ, ἔτι αὐτοῦ ὄντος ἐκεῖ, καὶ ἔπεσον ἐναντίον αὐτοῦ ἐπὶ  τὴν γῆν.
15 Εἶπε δὲ αὐτοῖς Ἰωσήφ·  τί τὸ πρᾶγμα τοῦτο ἐποιήσατε; Οὐκ  οἴδατε ὅτι οἰωνισμῷ οἰωνιεῖται ὁ  ἄνθρωπος, οἷος ἐγώ;
16 Εἶπε δὲ Ἰούδας· τί ἀντεροῦμεν τῷ κυρίῳ,  ἢ τί  λαλήσομεν, ἢ τί δικαιωθῶμεν; Ὁ Θεὸς δὲ εὗρε τὴν ἀδικίαν τῶν παίδων σου. Ἰδού  ἐσμεν οἰκέται τῷ κυρίῳ ἡμῶν, καὶ ἡμεῖς καὶ παρ' ᾦ εὑρέθη τὸ κόνδυ.
17 Εἶπε δὲ Ἰωσήφ· μή μοι γένοιτο ποιῆσαι τὸ ρῆμα τοῦτο· ὁ ἄνθρωπος, παρ' ᾧ εὑρέθη τὸ κόνδυ, αὐτὸς ἔσται μου παῖς. Ὑμεῖς δὲ ἀνάβητε μετὰ σωτηρίας  πρὸς τὸν  πατέρα  ὑμῶν.
18 Ἐγγίσας δὲ αὐτῷ Ἰούδας εἶπε· δέομαι, κύριε· λαλησάτω ὁ παῖς σου ρῆμα ἐναντίον σου, καὶ μὴ θυμωθῇς τῷ παιδί σου, ὅτι σὺ εἶ μετὰ Φαραώ.
19 Κύριε, σὺ ἠρώτησας τοὺς παῖδάς σου, λέγων·  εἰ  ἔχετε  πατέρα ἢ  ἀδελφόν;
20 Καὶ εἴπαμεν τῷ κυρίῳ· ἔστιν ἡμῖν πατὴρ πρεσβύτερος καὶ παιδίον γήρους νεώτερον αὐτῷ, καὶ ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανεν, αὐτὸς δὲ μόνος ὑπελείφθη τῇ μητρὶ  αὐτοῦ, ὁ δὲ πατὴρ αὐτὸν ἠγάπησεν.
21 Εἶπας δὲ τοῖς παισί σου· καταγάγετε  αὐτὸν πρός με, καὶ ἐπιμελοῦμαι αὐτοῦ.
22 Καὶ εἴπαμεν τῷ κυρίῳ· οὐ δυνήσεται τὸ παιδίον καταλιπεῖν τὸν πατέρα αὐτοῦ·  ἐὰν δὲ  καταλίπῃ τὸν πατέρα, ἀποθανεῖται.
23 Σὺ δὲ εἶπας τοῖς παισί σου· ἐὰν μὴ καταβῇ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος μεθ' ὑμῶν, οὐ προσθήσεσθε ἰδεῖν τὸ πρόσωπόν  μου.
24 Ἐγένετο δὲ ἡνίκα ἀνέβημεν πρὸς παῖδά σου πατέρα ἡμῶν, ἀπαγείλαμεν αὐτῷ τὰ ρήματα κυρίου ἡμῶν.
25 Εἶπε δὲ ὁ πατὴρ ἡμῶν· βαδίσατε πάλιν καὶ ἀγοράσατε ἡμῖν μικρὰ βρώματα.
26 Ἡμεῖς δὲ εἴπομεν· οὐ δυνησόμεθα καταβῆναι. Ἀλλ' εἰ μὲν ὁ ἀδελφὸς ἡμῶν ὁ νεώτερος καταβαίνει μεθ' ἡμῶν, καταβησόμεθα· οὐ γὰρ δυνάμεθα ἰδεῖν τὸ πρόσωπον τοῦ ἀνθρώπου, τοῦ ἀδελφοῦ ἡμῶν τοῦ νεωτέρου μὴ  ὄντος μεθ' ἡμῶν.
27 Εἶπε δὲ ὁ παῖς σου, ὁ πατὴρ ἡμῶν πρὸς ἡμᾶς· ὑμεῖς γινώσκετε ὅτι δύο ἔτεκέ μοι ἡ γυνή·
28 ἐξῆλθεν ὁ εἰς ἀπ' ἐμοῦ, καὶ εἴπατε ὅτι θηριόβρωτος γέγονε, καὶ οὐκ εἶδον αὐτὸν  ἄχρι νῦν·
29 ἐὰν οὖν λάβητε καὶ τοῦτον ἐκ τοῦ προσώπου μου καὶ συμβῇ αὐτῷ μαλακία ἐν τῇ ὁδῷ, καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδου.
30 Νῦν οὖν ἐὰν εἰσπορεύωμαι  πρὸς τὸν παῖδά σου πατέρα δὲ ἡμῶν, καὶ τὸ παιδίον μὴ ᾖ μεθ' ἡμῶν, ἡ δὲ ψυχὴ αὐτοῦ ἐκκρέμαται ἐκ τῆς τούτου ψυχῆς,
31 καὶ ἔσται ἐν τῷ ἰδεῖν αὐτὸν μὴ ὃν τὸ παιδίον μεθ' ἡμῶν, τελευτήσει,  καὶ κατάξουσιν οἱ παῖδές σου τὸ γῆρας τοῦ παιδός σου, πατρὸς δὲ ἡμῶν, μετὰ λύπης εἰς ᾅδου.
32 Ὁ γὰρ παῖς σου παρὰ τοῦ πατρὸς ἐκδέδεκται τὸ παιδίον λέγων·  ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ καὶ στήσω αὐτὸν ἐνώπιόν σου, ἡμαρτηκὼς ἔσομαι  εἰς τὸν πατέρα πάσας τὰς ἡμέρας.
33 Νῦν οὖν παραμενῶ σοι παῖς ἀντὶ τοῦ παιδιοῦ, οἰκέτης τοῦ κυρίου· τὸ δὲ παιδίον ἀναβήτω μετὰ τῶν ἀδελφῶν  αὐτοῦ.
34 Πῶς γὰρ ἀναβήσομαι πρὸς τὸν πατέρα, τοῦ παιδίου μὴ ὄντος μεθ' ἡμῶν; ῞Ινα μὴ ἴδω τὰ κακά, ἃ εὑρήσει τὸν πατέρα μου.