Πρωτότυπο Κείμενο
πάρας δὲ Ἰσραήλ, αὐτὸς καὶ πάντα τὰ αὐτοῦ, ἦλθεν ἐπὶ τὸ φρέαρ τοῦ ὄρκου καὶ ἔθυσε θυσίαν τῷ Θεῷ τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ.
2 Εἶπε δὲ ὁ Θεὸς τῷ Ἰσραὴλ ἐν ὁράματι τῆς νυκτός, εἰπών· Ἰακώβ, Ἰακώβ. Ὁ δὲ εἶπε· τί ἐστιν;
3 Ὁ δὲ λέγει αὐτῷ· ἐγὼ εἰμι ὁ Θεὸς τῶν πατέρων σου μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον· εἰς γὰρ ἔθνος μέγα ποιήσω σε ἐκεῖ,
4 καὶ ἐγὼ καταβήσομαι μετὰ σοῦ Αἴγυπτον, καὶ ἐγὼ ἀναβιβάσω ἕως τέλος, καὶ Ἰωσὴφ ἐπιβαλεῖ τὰς χεῖρας αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμοῦ σου.
5 Ἀνέστη δὲ Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὄρκου, καὶ ἀνέλαβον οἱ υἱοὶ Ἰσραὴλ τὸν πατέρα αὐτῶν καὶ τὴν ἀποσκευὴν καὶ τὰς γυναῖκας αὐτῶν ἐπὶ τὰς ἁμάξας, ἃς ἀπέστειλεν Ἰωσὴφ ἆραι αὐτόν,
6 καὶ ἀναλαβόντες τὰ ὑπάρχοντα αὐτῶν καὶ πᾶσαν τὴν κτῆσιν, ἣν ἐκτήσαντο ἐν γῇ Χαναάν, εἰσῆλθον εἰς Αἴγυπτον, Ἰακὼβ  καὶ  πᾶν τὸ σπέρμα αὐτοῦ μετ' αὐτοῦ,
7 υἱοὶ καὶ υἱοὶ τῶν υἱῶν αὐτοῦ μετ' αὐτοῦ, θυγατέρες καὶ θυγατέρες τῶν θυγατέρων αὐτοῦ· καὶ πᾶν τὸ σπέρμα αὐτοῦ ἤγαγεν εἰς Αἴγυπτον.
8 Ταῦτα δὲ τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ τῶν εἰσελθόντων εἰς Αἴγυπτον ἅμα Ἰακὼβ τῷ πατρὶ αὐτῶν. Ἰακὼβ καὶ υἱοὶ αὐτοῦ· πρωτότοκος Ἰακὼβ Ρουβήν.
9 Υἱοὶ δὲ Ρουβήν· Ἐνὼχ καὶ Φαλλούς, Ἀσρὼν καὶ Χαρμί.
10 Υἱοὶ δὲ Συμεών· Ἰεμουὴλ καὶ Ἰαμεὶν καὶ Ἀὼδ καὶ Ἰαχεὶν καὶ Σαὰρ καὶ Σαοὺλ υἱὸς τῆς Χανανίτιδος·
11 υἱοὶ δὲ Λευΐ· Γηρσών, Καὰθ καὶ Μεραρί.
12 Υἱοὶ δὲ Ἰούδα· Ἢρ καὶ Αὐνὰν καὶ Σηλὼμ καὶ Φαρές καὶ Ζαρά· ἀπέθανε δὲ Ἢρ καὶ Αὐνάν ἐν γῇ Χαναάν· ἐγένοντο δὲ υἱοὶ Φαρές· Ἐσρὼν καὶ Ἰεμουήλ·
13 υἱοὶ δὲ Ἰσσάχαρ· Θωλὰ καὶ Φουὰ καὶ Ἰασοὺβ καὶ Ζαμβράμ.
14 Υἱοὶ δὲ Ζαβουλών· Σερὲδ καὶ Ἀλλὼν καὶ Ἀχοήλ·
15 οὗτοι υἱοὶ Λείας, οὓς ἔτεκε τῷ Ἰακὼβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας, καὶ Δείναν τὴν θυγατέρα αὐτοῦ· πᾶσαι αἱ ψυχαί, υἱοὶ καὶ θυγατέρες, τριάκοντα τρεῖς.
16 Υἱοὶ δὲ Γάδ· Σαφὼν καὶ Ἀγγὶς καὶ Σαυνὶς καὶ Θασοβὰν καὶ Ἀηδεὶς καὶ Ἀροηδεὶς καὶ Ἀρεηλείς·
17 υἱοὶ δὲ Ἀσήρ· Ἰεμνά, Ἰεσσουὰ καὶ Ἰσεούλ καὶ Βαριὰ καὶ Σάρα ἀδελφὴ αὐτῶν· υἱοὶ δὲ Βαριά· Χοβὸρ  καὶ  Μελχιίλ·
18 οὗτοι υἱοὶ Ζελφᾶς, ἣν ἔδωκε Λάβαν Λεία τῇ θυγατρὶ αὐτοῦ, ἣ ἔτεκε τούτους τῷ Ἰακὼβ  δεκαὲξ ψυχάς·
19  υἱοὶ  δὲ Ραχὴλ γυναικὸς Ἰακώβ· Ἰωσὴφ καὶ Βενιαμίν.
20 Ἐγένοντο δὲ υἱοὶ ᾿Ιωσὴφ ἐν γῇ Αἰγύπτου, οὓς  ἔτεκεν αὐτῷ Ἀσεννὲθ θυγάτηρ Πετεφρῆ ἱερέως Ἠλιουπόλεως, τὸν Μανασσῆ καὶ τὸν Ἐφραΐμ. Ἐγένοντο δὲ υἱοὶ Μανασσῆ, οὓς ἔτεκεν αὐτῷ ἡ παλλακὴ ἡ Σύρα, τὸν Μαχίρ· Μαχὶρ δὲ ἐγέννησε τὸν Γαλαάδ. Υἱοὶ δὲ Ἐφραῒμ ἀδελφοῦ Μανασσῆ· Σουταλαὰμ καὶ Ταάμ. Υἱοὶ δὲ Σουταλαάμ· Ἐδέμ.
21 Υἱοὶ δὲ Βενιαμίν· Βαλὰ καὶ Χοβὼρ καὶ Ἀσβήλ· ἐγένοντο δὲ υἱοὶ Βαλά· Γηρὰ καὶ Νοεμὰν καὶ Ἀγχὶς καὶ Ρὼς καὶ Μαμφὶμ κοὶ Ὀφιμίν. Γηρὰ δὲ ἐγέννησε τὸν Ἀράδ.
22 Οὗτοι υἱοὶ Ραχήλ, οὓς ἔτεκε τῷ Ἰακώβ· πᾶσαι αἱ ψυχαὶ δεκαοκτώ.
23 Υἱοὶ δὲ Δάν· Ἀσόμ.
24 Καὶ υἱοὶ Νεφθαλείμ· Ἀσιὴλ καὶ Γωυνὶ καὶ Ἰσσάαρ καὶ Συλλήμ.
25 Οὗτοι υἱοὶ Βαλᾶς, ἣν ἔδωκε Λάβαν Ραχὴλ τῇ θυγατρὶ αὐτοῦ, ἣ ἔτεκε τούτους τῷ Ἰακώβ· πᾶσαι αἱ ψυχαὶ ἑπτά.
26 Πᾶσαι δὲ αἱ ψυχαὶ αἱ εἰσελθοῦσαι μετὰ Ἰακὼβ εἰς Αἴγυπτον, οἱ ἐξελθόντες  ἐκ τῶν μηρῶν αὐτοῦ, χωρὶς τῶν γυναικῶν υἱῶν Ἰακώβ, πᾶσαι ψυχαὶ ἑξηκονταέξ.
27 Υἱοὶ δὲ Ἰωσὴφ οἱ γενόμενοι αὐτῷ ἐν γῇ Αἰγύπτῳ ψυχαὶ ἐννέα. Πᾶσαι ψυχαὶ οἴκου Ἰακὼβ αἱ εἰσελθοῦσαι μετὰ Ἰακὼβ εἰς Αἴγυπτον ψυχαὶ ἑβδομήκοντα πέντε.
28 Τὸν δὲ Ἰούδαν ἀπέστειλεν ἔμπροσθεν αὐτοῦ πρὸς Ἰωσὴφ συναντῆσαι αὐτῷ καθ' Ἡρώων πόλιν, εἰς γῆν Ραμεσσῆ.
29 Ζεύξας δὲ Ἰωσὴφ τὰ ἅρματα αὐτοῦ ἀνέβη εἰς συνάντησιν Ἰσραὴλ τῷ πατρὶ αὐτοῦ καθ' Ἡρώων  πόλιν καὶ ὀφθεὶς αὐτῷ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔκλαυσε κλαυθμῷ πίονι.
30 Καὶ εἶπεν Ἰσραὴλ πρὸς Ἰωσήφ· ἀποθανοῦμαι ἀπὸ τοῦ νῦν, ἐπεὶ ἑώρακα τὸ πρόσωπόν σου· ἔτι γὰρ ζῇ σὺ ζῇς.
31 Εἶπε δὲ Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ· ἀναβὰς ἀπαγγελῷ τῷ  Φαραὼ  καὶ ἐρῶ αὐτῷ· οἱ ἀδελφοί μου καὶ ὁ οἶκος τοῦ πατρός μου, οἳ ἦσαν ἐν γῇ Χανανάν, ἥκασι πρός με·
32 οἱ δὲ ἄνδρες εἰσι  ποιμένες· ἄνδρες γὰρ κτηνοτρόφοι ἦσαν· καὶ τὰ  κτήνη  καὶ  τοὺς βόας καὶ πάντα αὐτῶν ἀγηόχασιν.
33 Ἐὰν οὖν καλέσῃ ὑμᾶς Φαραὼ  καὶ εἴπῃ ὑμῖν· τί τὸ ἔργον ὑμῶν ἐστίν;
34 Ἐρεῖτε· ἄνδρες κτηνοτρόφοι ἐσμὲν οἱ παῖδές σου ἐκ παιδὸς ἕως τοῦ νῦν, καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν, ἵνα κατοικήσητε ἐν γῇ Γεσὲμ Ἀραβίας· βδέλυγμα γὰρ ἐστιν Αἰγυπτίοις πᾶς ποιμὴν προβάτων.