Πρωτότυπο Κείμενο
πολαβὼν δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης λέγει·
2 μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ; Ἰσχὺν δὲ ρημάτων σου τίς ὑποίσει;
3 Εἰ γὰρ σὺ ἐνουθέτησας πολλοὺς καὶ χεῖρας ἀσθενοῦς παρεκάλεσας, 
4 ἀσθενοῦντάς τε ἐξανέστησας ρήματι, γόνασί τε ἀδυνατοῦσι θάρσος περιέθηκας,
5 νῦν δὲ ἥκει ἐπὶ σὲ πόνος καὶ ἥψατό σου, σὺ ἐσπούδασας.
6 Πότερον οὐχ ὁ φόβος σού ἐστιν ἐν ἀφροσύνῃ καὶ ἡ ἐλπίς σου καὶ ἡ κακία τῆς ὁδοῦ σου;
7 Μνήσθητι οὗν, τὶς καθαρὸς ὢν ἀπώλετο ἢ πότε ἀληθινοὶ ὁλόρριζοι ἀπώλοντο; 
8 Καθ' ὃν τρόπον εἶδον τοὺς ἀροτριῶντας τὰ ἄτοπο, οἱ δὲ σπείροντες αὐτὰ ὀδύνας θεριοῦσιν ἐαυτοῖς.
9 Ἀπὸ προστάγματος Κυρίου ἀπολοῦντοι, ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται.
10 Σθένος λέοντος, φωνὴ δὲ λεαίνης, γαυρίαμα δὲ δρακόντων ἐσβέσθη·
11 μυρμηκολέων ὤλετο πάρα τὸ μὴ ἔχειν βοράν, σκύμνοι δὲ λεόντων ἔλιπον ἀλλήλους.
12 Εἰ δέ τι ρῆμα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου, οὐθὲν ἄν σοι τούτων κακὸν ἀπήντησε. Πότερον οὐ δέξεταί μου τὸ οὖς ἐξαίσια παρ' αὐτοῦ;
13 Φόβοι δὲ καὶ ἠχὼ νυκτερινή, ἐπιπίπτων φόβος ἐπ' ἀνθρώπους,
14 φρίκη δέ μοι συνήντησε καὶ τρόμος καὶ μεγάλως μου τὰ ὀστᾶ διέσεισε,
15 καὶ πνεῦμα ἐπὶ πρόσωπόν μου ἐπῆλθεν, ἔφριξαν δέ μου τρίχες καὶ σάρκες.
16 Ἀνέστην, καὶ οὐκ ἐπέγνων· εἶδον, καὶ οὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου, ἀλλ' ἢ αὔραν καὶ φωνὴν ἤκουον·
17 τί γάρ; Μὴ καθαρὸς ἔσται βροτὸς ἐναντίον τοῦ Κυρίου ἢ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ;
18 Εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει, κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιὸν τί ἐπενόησε,
19 τοὺς δὲ κατοικοῦντας οἰκίας πηλίνας, ἐξ ὧν καὶ αὐτοὶ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμεν, ἔπαισεν αὐτοὺς σητὸς τρόπον·
20 καὶ ἀπὸ πρωΐθεν μέχρις ἑσπέρας οὐκέτι εἰσί, παρὰ τὸ μὴ δύνασθαι αὐτοὶ ἐαυτοῖς βοηθῆσαι ἀπῶλοντο.
21 Ἐνεφύσησε γὰρ αὐτοῖς καὶ ἐξηράνθησαν, ἀπώλοντο πάρα τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν.