Πρωτότυπο Κείμενο
αὶ ἀπεκρίθη Κύριος ὁ Θεὸς τῷ Ἰὼβ καὶ εἶπε·
2 μὴ κρίσιν μετὰ ἱκανοῦ ἐκκλινεῖ, ἐλέγχων δὲ Θεὸν ἀποκριθήσεται αὐτήν;
3 Ὑπολαβὼν δὲ Ἰὼβ λέγει τῷ Κυρίῳ·
4 τί ἔτι ἐγὼ κρίνομαι, νουθετούμενος καὶ ἐλέγχων Κύριον, ἀκούων τοιαῦτα οὐθὲν ὤν; Ἐγὼ δὲ τίνα ἀπόκρισιν δῶ πρὸς ταῦτα; Χεῖρα θήσω ἐπὶ στόματί μου·
5 ἅπαξ λελάληκα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσβήσω.
6 Ἔτι δὲ ὑπολαβὼν ὁ Κύριος εἶπε τῷ Ἰὼβ ἐκ τοῦ νέφους·
7 μή, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἐρωτήσω δὲ σέ, σὺ δέ μοι ἀπόκριναι·
8 μὴ ἀποποιοῦ μου τὸ κρῖμα, Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος;
9 Ἦ βραχίων σοί ἐστι κατὰ τοῦ Κυρίου, ἢ φωνῇ κατ' αὐτὸν βροντᾷς;
10 Ἀνάλαβε δή ὕψος καὶ δύναμιν, δόξαν δὲ καὶ τιμὴν ἀμφίασαι.
11 Ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ, πάντα δὲ ὑβριστὴν ταπείνωσον·
12 ὑπερήφανον δὲ σβέσον, σῆψον δὲ ἀσεβεῖς παραχρῆμα,
13 κρύψον δὲ εἰς γῆν ὁμοθυμαδόν, τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας ἐμπλῆσον·
14 ὁμολογήσω ὅτι δύναται ἡ δεξιά σου σῶσαι.
15 Ἀλλὰ δὴ ἰδοὺ θηρία πάρα σοί, χόρτον ἴσα βουσὶν ἐσθίουσιν.
16 Ἰδοὺ δὴ ἡ ἰσχὺς αὐτοῦ ἐπ' ὀσφύϊ, ἡ δὲ δύναμις αὐτοῦ ἐπ' ὀμφαλοῦ γαστρός·
17 ἔστησεν οὐρὰν ὡς κυπάρισσον, τὰ δὲ νεῦρα αὐτοῦ συμπέπλεκται·
18 αἱ πλευραὶ αὐτοῦ πλευραὶ χάλκειαι, ἡ δὲ ράχις αὐτοῦ σίδηρος χυτός.
19 Τοῦτ' ἔστιν ἀρχὴ πλάσματος Κυρίου, πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ.
20 Ἐπελθὼν δὲ ἐπ' ὅρος ἀκρότομον ἐποίησε χαρμονὴν τετράποσιν ἐν τῷ ταρτάρω.
21 Ὑπὸ παντοδαπὰ δένδρα κοιμᾶται, παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον.
22 Σκιάζονται δὲ ἐν αὐτῷ δένδρα μεγάλα σὺν ραδάμνοις καὶ κλῶνες ἀγροῦ.
23 Ἐὰν γένηται πλήμμυρα, οὐ μὴ αἰσθηθῇ·  πέποιθεν  ὅτι προσκρούσει ὁ Ἰορδάνης εἰς τὸ στόμα αὐτοῦ.
24 Ἐν τῷ ὀφθαλμῷ αὐτοῦ δέξεται αὐτόν, ἐνσκολιευόμενος τρήσει ρῖνα.
25 Ἄξεις δὲ δράκοντα ἐν ἀγγίστρῳ, περιθήσεις δὲ φορβαίαν περὶ ρῖνα αὐτοῦ;
26 εἰ δήσεις κρίκον ἐν τῷ μυκτῆρι αὐτοῦ, ψελλίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ;
27 Λαλήσει δέ σοι δεήσει, ἱκετηρίᾳ μαλακῶς;
28 Θήσεται δὲ μετὰ σοῦ διαθήκην; Λήψῃ δὲ αὐτὸν δοῦλον αἰώνιον;
29 Παίξῃ δὲ ἐν αὐτῷ ὥσπερ ὀρνέῳ ἢ δήσεις αὐτὸν ὥσπερ στρουθίον παιδίῳ;
30 Ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη, μεριτεύονται δὲ αὐτὸν Φοινίκων ἔθνη;
31 Πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσι βύρσαν μίαν οὐρᾶς αὐτοῦ καὶ ἐν πλοίοις ἁλιέων κεφαλὴν αὐτοῦ.
32 Ἐπιθήσεις δὲ αὐτῷ χεῖρα μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν σώματι αὐτοῦ, καὶ μηκέτι γινέσθω.