Πρωτότυπο Κείμενο
αὶ ὡς κατέπαυσεν ὁ θόρυβος τῶν ἀνδρῶν τῶν κύκλῳ τῆς συνεδρίας, καὶ εἶπεν Ὀλοφέρνης ὁ ἀρχιστράτηγος δυνάμεως Ἀσσοὺρ πρὸς Ἀχιὼρ ἐναντίον παντὸς τοῦ δήμου ἀλλοφύλων καὶ πρὸς πάντας υἱοὺς Μωάβ·
2 καὶ τίς εἶ σύ, Ἀχιὼρ καὶ οἱ μισθωτοὶ τοῦ Ἐφραίμ, ὅτι ἐπροφήτευσας ἐν ἡμῖν καθὼς σήμερον καὶ εἶπας τὸ γένος Ἰσραὴλ μὴ πολεμῆσαι, ὅτι ὁ Θεὸς αὐτῶν ὑπερασπιεῖ αὐτῶν; Καὶ τίς ὁ Θεὸς εἰ μὴ Ναβουχοδονόσορ; Οὗτος ἀποστελεῖ τὸ κράτος αὐτοῦ καὶ ἐξολοθρεύσει αὐτοὺς ἀπὸ προσώπου τῆς γῆς, καὶ οὐ ρύσεται αὐτοὺς ὁ Θεὸς αὐτῶν.
3 Ἀλλ' ἡμεῖς οἱ δοῦλοι αὐτοῦ πατάξομεν αὐτοὺς ὡς ἄνθρωπον ἕνα, καὶ οὐχ ὑποστήσονται τὸ κράτος τῶν ἵππων ἡμῶν.
4 Κατακαύσομεν γὰρ αὐτοὺς ἐν αὐτοῖς, καὶ τὰ ὅρη αὐτῶν μεθυσθήσεται ἐν τῷ αἵματι αὐτῶν, καὶ τὰ πεδία αὐτῶν πληρωθήσεται νεκρῶν αὐτῶν, καὶ οὐκ ἀντιστήσεται τὸ ἴχνος τῶν ποδῶν αὐτῶν κατὰ πρόσωπον ἡμῶν, ἀλλὰ ἀπωλείᾳ ἀπολοῦνται, λέγει ὁ βασιλεὺς Ναβουχοδονόσορ ὁ κύριος πάσης τῆς γῆς· εἶπε γάρ, οὐ ματαιωθήσεται τὰ ρήματα τῶν λόγων αὐτοῦ.
5 Σὺ δὲ Ἀχιὼρ μισθωτὲ τοῦ Ἀμμών, ὃς ἐλάλησας τοὺς λόγους τούτους ἐν ἡμέρᾳ ἀδικίας σου, οὐκ ὄψει ἔτι τὸ πρόσωπόν μου ἀπὸ τῆς ἡμέρας ταύτης, ἕως οὐ ἐκδικήσω τὸ γένος τῶν ἐξ Αἰγύπτου·
6 καὶ τότε διελεύσεται ὁ σίδηρος τῆς στρατιᾶς μου καὶ ὁ λαὸς τῶν θεραπόντων μου τὰς πλευράς σου, καὶ πεσῇ ἐν τοῖς τραυματίαις αὐτῶν, ὅταν ἐπιστρέψω.
7 Καὶ ἀποκαταστήσουσί σε οἱ δοῦλοί μου εἰς τὴν ὀρεινὴν καὶ θήσουσί σε ἐν μιᾷ τῶν πόλεων τῶν ἀναβάσεων,
8 καὶ οὐκ ἀπολῇ ἕως οὗ ἐξολοθρευθῇς μετ' αὐτῶν.
9 Καὶ εἴπερ ἐλπίζεις τῇ καρδίᾳ σου ὅτι οὐ ληφθήσονται, μὴ συμπεσέτω σου τὸ πρόσωπον· ἐλάλησα, καὶ οὐδὲν διαπεσεῖται τῶν ρημάτων μου.
10 Καὶ προσέταξεν Ὀλοφέρνης τοῖς δούλοις αὐτοῦ, οἳ ἦσαν παρεστηκότες ἐν τῇ σκηνῇ αὐτοῦ, συλλαβεῖν τὸν Ἀχιὼρ καὶ ἀποκαταστῆσαι αὐτὸν εἰς Βαιτυλούα καὶ παραδοῦναι εἰς χεῖρας υἱῶν Ἰσραήλ.
11 Καὶ συνέλαβαν αὐτὸν οἱ δοῦλοι αὐτοῦ καὶ ἤγαγον αὐτὸν ἔξω τῆς παρεμβολῆς εἰς τὸ πεδίον καὶ ἐπῇραν ἐκ μέσου τῆς πεδινῆς εἰς τὴν ὀρεινὴν καὶ παρεγένοντο ἐπὶ τὰς πηγάς, αἳ ἦσαν ὑποκάτω Βαιτυλούα.
12 Καὶ ὡς εἶδαν αὐτοὺς οἱ ἄνδρες τῆς πόλεως ἐπὶ τὴν κορυφὴν τοῦ ὅρους, ἀνέλαβον τὰ ὅπλα αὐτῶν καὶ ἀπῆλθαν ἔξω τῆς πόλεως ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, καὶ πᾶς ἀνὴρ σφενδονήτης διεκράτησαν τὴν ἀνάβασιν αὐτῶν καὶ ἔβαλον ἐν λίθοις ἐπ' αὐτούς.
13 Καὶ ὑποδύσαντες ὑποκάτω τοῦ ὅρους ἔδησαν τὸν Ἀχιὼρ καὶ ἀφῆκαν ἐρριμμένον ὑπὸ τὴν ρίζαν τοῦ ὅρους καὶ ἀπώχοντο πρὸς τὸν κύριον αὐτῶν.
14 Καταβάντες δὲ υἱοὶ Ἰσραὴλ ἐκ τῆς πόλεως αὐτῶν ἐπέστησαν αὐτῷ καὶ λύσαντες αὐτὸν ἀπήγαγαν εἰς τὴν Βαιτυλούα καὶ κατέστησαν αὐτὸν ἐπὶ τοὺς ἄρχοντας τῆς πόλεως αὐτῶν,
15 οἳ ἦσαν ἐν ταῖς ἡμέραις ἐκείναις, Ὀζίας ὁ τοῦ Μιχὰ ἐκ τῆς φυλῆς Συμεὼν καὶ Ἀβρὶς ὁ τοῦ Γοθονιὴλ καὶ Χαρμὶς υἱὸς Μελχιήλ.
16 Καὶ συνεκάλεσαν πάντας τοὺς πρεσβυτέρους τῆς πόλεως, καὶ συνέδραμον πᾶς νεανίσκος αὐτῶν καὶ αἱ γυναῖκες εἰς τὴν ἐκκλησίαν. Καὶ ἔστησαν τὸν Ἀχιὼρ ἐν μέσῳ παντὸς τοῦ λαοῦ αὐτῶν, καὶ ἐπηρώτησεν αὐτὸν Ὀζίας τὸ συμβεβηκός.
17 Καὶ ἀποκριθεὶς ἀπήγγειλεν αὐτοῖς τὰ ρήματα τῆς συνεδρίας Ὀλοφέρνου καὶ πάντα τὰ ρήματα, ὅσα ἐλάλησεν ἐν μέσῳ τῶν ἀρχόντων υἱῶν Ἀσιούρ, καὶ ὅσα ἐμεγαλορρημόνησεν Ὀλοφέρνης εἰς τὸν οἶκον Ἰσραήλ.
18 Καὶ πεσόντες ὁ λαὸς προσεκύνησαν τῷ Θεῷ καὶ ἐβόησαν λέγοντες·
19 Κύριε ὁ Θεὸς τοῦ οὐρανοῦ, κάτιδε ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν καὶ ἐλέησον τὴν ταπείνωσιν τοῦ γένους ἡμῶν καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τῶν ἠγιασμένων σοι ἐν τῇ ἡμέρᾳ τούτῃ.
20 Καὶ παρεκάλεσαν τὸν Ἀχιὼρ καὶ ἐπῄνεσαν αὐτὸν σφόδρα.
21 Καὶ παρέλαβεν αὐτὸν Ὀζίας ἐκ τῆς ἐκκλησίας εἰς οἶκον αὐτοῦ καὶ ἐποίησε πότον τοῖς πρεσβυτέροις, καὶ ἐπεκαλέσαντο τὸν Θεὸν Ἰσραὴλ εἰς βοήθειαν ὅλην τὴν νύκτα ἐκείνην.