Πρωτότυπο Κείμενο
αὶ ἐκέλευσεν εἰσαγαγεῖν αὐτὴν οὗ ἐτίθετο τὰ ἀργυρώματα αὐτοῦ καὶ συνέταξε καταστρῶσαι αὐτῇ ἀπὸ τῶν ὀψοποιημάτων  αὐτοῦ καὶ τοῦ οἴνου αὐτοῦ πίνειν.
2 Καὶ εἶπεν Ἰουδίθ· οὐ φάγομαι ἐξ αὐτῶν, ἵνα μὴ γένηται σκάνδαλον, ἀλλ' ἐκ τῶν ἠκολουθηκότων μοι χορηγηθήσεται.
3 Καὶ εἶπε πρὸς αὐτὴν Ὀλοφέρνης· ἐὰν δὲ ἐκλίπῃ τὰ ὄντα μετὰ σοῦ, πόθεν ἐξοισομέν σοι δοῦναι ὅμοια αὐτοῖς; Οὐ γάρ ἐστι μεθ' ἡμῶν ἐκ τοῦ ἔθνους σου.
4 Καὶ εἶπεν Ἰουδὶθ πρὸς αὐτόν· ζῇ ἡ ψυχή σου, κύριέ μου, ὅτι οὐ δαπανήσει ἡ δούλη σου τὰ ὄντα μετ' ἐμοῦ, ἕως ἂν ποιήσῃ Κύριος ἐν χειρί μου ἃ ἐβουλεύσατο.
5 Καὶ  ἠγάγοσαν  αὐτὴν οἱ θεράποντες Ὀλοφέρνου εἰς τὴν σκηνήν, καὶ ὕπνωσε μέχρι μεσούσης τῆς νυκτός· καὶ ἀνέστη πρὸς τὴν ἑωθινὴν φυλακήν,
6 καὶ ἀπέστειλε πρὸς Ὀλοφέρνην λέγουσα· ἐπιταξάτω δὴ ὁ κύριός μου ἐᾶσαι τὴν δούλην σου ἐπὶ προσευχὴν ἐξελθεῖν.
7 Καὶ προσέταξεν Ὀλοφέρνης τοῖς σωματοφύλαξι μὴ διακωλύειν αὐτήν. Καὶ παρέμεινεν ἐν τῇ παρεμβολῇ ἡμέρας τρεῖς, καὶ ἐξεπορεύετο κατὰ νύκτα εἰς τὴν φάραγγα Βαιτυλούα καὶ ἐβαπτίζετο ἐν τῇ παρεμβολῇ ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος·
8 καὶ ὡς ἀνέβη, ἐδέετο τοῦ Κυρίου Θεοῦ Ἰσραὴλ κατευθῦναι τὴν ὁδὸν αὐτῆς εἰς ἀνάστημα τῶν υἱῶν τοῦ λαοῦ αὐτοῦ.
9 Καὶ εἰσπορευομένη καθαρὰ παρέμενε τῇ σκηνῇ, μέχρις οὗ προσηνέγκατο τὴν τροφὴν αὐτῆς πρὸς ἑσπέραν.
10 Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ τετάρτῃ, ἐποίησεν Ὀλοφέρνης πότον τοῖς δούλοις αὐτοῦ μόνοις καὶ οὐκ ἐκάλεσεν εἰς τὴν χρῆσιν οὐδένα τῶν πρὸς ταῖς χρείαις.
11 Καὶ εἶπε Βαγώᾳ τῷ εὐνούχῳ, ὃς ἦν ἐφεστηκὼς ἐπὶ πάντων τῶν αὐτοῦ· πεῖσον δὴ πορευθεὶς τὴν γυναῖκα τὴν Ἑβραίαν ἥ ἐστι παρὰ σοί, τοῦ ἐλθεῖν πρὸς ἡμᾶς καὶ φαγεῖν καὶ πιεῖν μεθ' ἡμῶν·
12 ἰδοὺ γὰρ αἰσχρὸν τῷ προσώπῳ ἡμῶν, εἰ γυναῖκα τοιαύτην παρήσομεν οὐχ ὁμιλήσαντες αὐτῇ, ὅτι ἐὰν ταύτην μὴ ἐπισπασώμεθα, καταγελάσεται ἡμῶν.
13 Καὶ ἐξῆλθε Βαγώας ἀπὸ προσώπου Ὀλοφέρνου καὶ εἰσῆλθε πρὸς αὐτὴν καὶ εἶπε· μὴ ὀκνησάτω δὴ ἡ παιδίσκη ἡ καλὴ αὕτη ἐλθοῦσα πρὸς τὸν κύριόν μου δοξασθῆναι κατὰ πρόσωπον αὐτοῦ καὶ πιεῖν μεθ' ἡμῶν εἰς εὐφροσύνην οἶνον καὶ γενηθῆναι ἐν τῇ ἡμέρᾳ ταύτῃ ὡς θυγάτηρ μία τῶν υἱῶν Ἀσσούρ, αἳ παρεστήκασιν ἐν οἴκῳ Ναβουχοδονόσορ.
14 Καὶ εἶπε πρὸς αὐτὸν Ἰουδίθ· καὶ τίς εἰμι ἐγὼ ἀντεροῦσα τῷ κυρίῳ μου; Ὅτι πᾶν, ὃ ἔσται ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ ἀρεστόν, σπεύσασα ποιήσω, καὶ ἔσται τοῦτο ἀγαλλίαμα ἕως ἡμέρας θανάτου μου.
15 Καὶ διαναστᾶσα ἐκοσμήθη τῷ ἱματισμῷ καὶ παντὶ τῷ κόσμῳ τῷ γυναικείῳ, καὶ προσῆλθεν ἡ δούλη αὐτῆς καὶ ἔστρωσεν αὐτῇ κατέναντι Ὀλοφέρνου χαμαὶ τὰ κώδια, ἃ ἔλαβε παρὰ Βαγώου εἰς τὴν καθημερινὴν δίαιταν αὐτῆς, εἰς τὸ ἐσθίειν κατακλινομένην ἐπ' αὐτῶν.
16 Καὶ εἰσελθοῦσα ἀνέπεσεν Ἰουδίθ, καὶ ἐξέστη ἡ καρδία Ὀλοφέρνου ἐπ' αὐτήν, καὶ ἐσαλεύθη ἡ ψυχὴ αὐτοῦ, καὶ ἦν κατεπίθυμος σφόδρα τοῦ συγγενέσθαι μετ' αὐτῆς· καὶ ἐτήρει καιρὸν τοῦ ἀπατῆσαι αὐτὴν ἀφ' ἧς ἡμέρας εἶδεν αὐτήν.
17 Καὶ εἶπε πρὸς αὐτὴν Ὀλοφέρνης· πίε δὴ καὶ γενήθητι μεθ' ἡμῶν εἰς εὐφροσύνην.
18 Καὶ εἶπεν Ἰουδίθ· πίομαι δή, κύριε, ὅτι ἐμεγαλύνθη τὸ ζῆν μου ἐν ἐμοὶ σήμερον πάρα πάσας τὰς ἡμέρας τῆς γενέσεώς μου.
19 Καὶ λαβοῦσα ἔφαγε καὶ ἔπιε κατέναντι αὐτοῦ ἃ ἡτοίμασεν ἡ δούλη αὐτῆς.
20 Καὶ ηὐφράνθη Ὀλοφέρνης ἀπ' αὐτῆς καὶ ἔπιεν οἶνον πολὺν σφόδρα, ὅσον οὐκ ἔπιε πώποτε ἐν ἡμέρᾳ μιᾷ ἀφ' οὗ ἐγεννήθη.