Πρωτότυπο Κείμενο
αὶ εἶπε πρὸς αὐτοὺς Ἰουδίθ· ἀκούσατε δή μου, ἀδελφοί, καὶ λαβόντες τὴν κεφαλὴν ταύτην κρεμάσατε αὐτὴν ἐπὶ τῆς ἐπάλξεως του τείχους ὑμῶν.
2 Καὶ ἔσται ἡνίκα ἂν διαφαύσῃ ὁ ὄρθρος καὶ ἐξέλθῃ ὁ ἥλιος ἐπὶ τὴν γῆν, ἀναλήψεσθε ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ ὑμῶν καὶ ἐξελεύσεσθε πᾶς ἀνὴρ ἰσχύων ἔξω τῆς πόλεως καὶ δώσετε ἀρχηγὸν εἰς αὐτοὺς ὡς καταβαίνοντες ἐπὶ τὸ πεδίον εἰς τὴν προφυλακὴν υἱῶν Ἀσσοὺρ καὶ οὐ καταβήσεσθε.
3 Καὶ ἀναλαβόντες οὗτοι τὰς πανοπλίας αὐτῶν πορεύσονται εἰς τὴν παρεμβολὴν αὐτῶν καὶ ἐγεροῦσι τοὺς στρατηγοὺς τῆς δυνάμεως Ἀσσούρ· καὶ συνδραμοῦνται ἐπὶ τὴν σκηνὴν Ὀλοφέρνου καὶ οὐχ εὑρήσουσιν αὐτόν, καὶ ἐπιπεσεῖται ἐπ' αὐτοὺς φόβος, καὶ φεύξονται ἀπὸ προσώπου ὑμῶν.
4 Καὶ ἐπακολουθήσαντες ὑμεῖς καὶ πάντες οἱ κατοικοῦντες πᾶν ὅριον Ἰσραήλ, καταστρώσατε αὐτοὺς ἐν ταῖς ὁδοῖς αὐτῶν.
5 Πρὸ δὲ τοῦ  ποιῆσαι  ταῦτα, καλέσατέ μοι Ἀχιὼρ τὸν Ἀμανίτην ἵνα  ἰδὼν  ἐπιγνῷ τὸν ἐκφαυλίσαν τὰ τὸν οἶκον τοῦ Ἰσραὴλ καὶ αὐτὸν ὡς εἰς θάνατον  ἀποστείλαντα εἰς ἡμᾶς.
6 Καὶ ἐκάλεσαν τὸν Ἀχιὼρ ἐκ τοῦ οἴκου Ὀζία· ὡς δὲ ἦλθε καὶ εἶδε τὴν κεφαλὴν Ὀλοφέρνου ἐν χειρὶ ἀνδρὸς ἑνὸς ἐν τῇ ἐκκλησίᾳ τοῦ λαοῦ, ἔπεσεν ἐπὶ πρόσωπον, καὶ ἐξελύθη τὸ πνεῦμα αὐτοῦ.
7 Ὡς δὲ ἀνέλαβον αὐτόν, προσέπεσε τοῖς ποσὶν Ἰουδὶθ καὶ προσεκύνησε τῷ προσώπῳ αὐτῆς καὶ εἶπεν· εὐλογημένη σὺ ἐν παντὶ σκηνώματι Ἰούδα καὶ ἐν παντὶ ἔθνει, οἵτινες ἀκούσαντες τὸ ὄνομά σου ταραχθήσονται·
8 καὶ νῦν ἀνάγγειλόν μοι ὅσα ἐποίησας ἐν ταῖς ἡμέραις ταύταις. Καὶ ἀπήγγειλεν αὐτῷ Ἰουδὶθ ἐν μέσῳ τοῦ λαοῦ πάντα, ὅσα ἦν πεποιηκυῖα, ἐφ' ἧς ἡμέρας ἐξῆλθεν ἕως οὗ ἐλάλει αὐτοῖς.
9 Ὡς δὲ ἐπαύσατο λαλοῦσα, ἠλάλαξεν ὁ λαὸς φωνῇ μεγάλῃ καὶ ἔδωκε φωνὴν εὐφρόσυνον ἐν τῇ πόλει αὐτῶν.
10 Ἰδὼν δὲ Ἀχιὼρ πάντα, ὅσα ἐποίησεν ὁ Θεὸς τοῦ Ἰσραήλ, ἐπίστευσε τῷ Θεῷ σφόδρα καὶ περιετέμετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ καὶ προσετέθη πρὸς τὸν οἶκον Ἰσραὴλ ἕως τῆς ἡμέρας ταύτης.
11 Ἡνίκα δὲ ὁ ὄρθρος ἀνέβη, καὶ ἐκρέμασαν τὴν κεφαλὴν Ὀλοφέρνου ἐκ τοῦ τείχους, καὶ ἀνέλαβε πᾶς ἀνὴρ Ἰσραὴλ τὰ ὅπλα αὐτοῦ καὶ ἐξήλθοσαν κατὰ σπείρας ἐπὶ τὰς ἀναβάσεις τοῦ ὄρους.
12 Οἱ δὲ υἱοὶ Ἀσσοὺρ ὡς εἶδον αὐτούς, διέπεμψαν ἐπὶ τοὺς ἡγουμένους αὐτῶν·  οἱ δὲ ἦλθον ἐπὶ στρατηγοὺς καὶ χιλιάρχους καὶ ἐπὶ πάντα ἄρχοντα αὐτῶν.
13 Καὶ παρεγένοντο ἐπὶ τὴν σκηνὴν Ὀλοφέρνου καὶ εἶπαν τῷ ὄντι ἐπὶ πάντων τῶν αὐτοῦ· ἔγειρον δὴ τὸν κύριον ἡμῶν, ὅτι ἐτόλμησαν οἱ δοῦλοι καταβαίνειν ἐφ' ἡμᾶς εἰς πόλεμον, ἵνα ἐξολοθρευθῶσιν εἰς τέλος.
14 Καὶ εἰσῆλθε Βαγώας καὶ ἔκρουσε τὴν αὐλαίαν τῆς σκηνῆς· ὑπενοεῖτο γὰρ καθεύδειν αὐτὸν μετὰ Ἰουδίθ·
15 ὡς δὲ οὐδεὶς ἑπήκουσε, διαστείλας εἰσῆλθεν εἰς τὸν κοιτῶνα καὶ εὗρεν αὐτὸν ἐπὶ τῆς χελωνίδος ἐρριμμένον νεκρόν, καὶ ἡ κεφαλὴ αὐτοῦ ἀφήρητο ἀπ' αὐτοῦ.
16 Καὶ ἐβόησε φωνῇ μεγάλῃ μετὰ κλαυθμοῦ καὶ στεναγμοῦ καὶ βοῆς ἰσχυρᾶς καὶ διέρρηξε τὰ ἱμάτια αὐτοῦ.
17 Καὶ εἰσῆλθεν εἰς τὴν σκηνήν, οὗ ἦν Ἰουδὶθ καταλύουσα, καὶ οὐχ εὗρεν αὐτήν· καὶ ἐξεπήδησεν εἰς τὸν λαὸν κράζων·
18 ἠθέτησαν οἱ δοῦλοι, ἐποίησεν αἰσχύνην μία γυνὴ τῶν Ἑβραίων εἰς τὸν οἶκον τοῦ βασιλέως Ναβουχοδονόσορ· ὅτι ἰδοὺ Ὀλοφέρνης χαμαί, καὶ ἡ κεφαλὴ οὐκ ἔστιν ἐπ' αὐτῷ.
19 Ὡς δὲ ἤκουσαν ταῦτα τὰ ρήματα οἱ ἄρχοντες τῆς δυνάμεως Ἀσσούρ, τοὺς χιτῶνας αὐτῶν διέρρηξαν, καὶ ἐταράχθη ἡ ψυχὴ αὐτῶν σφόδρα, καὶ ἐγένετο αὐτῶν κραυγὴ καὶ βοὴ μεγάλη σφόδρα ἐν μέσῳ τῆς παρεμβολῆς.