Πρωτότυπο Κείμενο
αὶ ὡς ἤκουσαν οἱ ἐν τοῖς σκηνώμασιν ὄντες, ἐξέστησαν  ἐπὶ τὸ γεγονός,
2 καὶ ἐπέπεσεν ἐπ' αὐτοὺς φόβος καὶ τρόμος, καὶ οὐκ ἦν ἄνθρωπος μένων κατὰ πρόσωπον τοῦ πλησίον ἔτι, ἀλλ' ἐκχυθέντες ὁμοθυμαδὸν ἔφευγον ἐπὶ πᾶσαν ὁδὸν τοῦ πεδίου καὶ τῆς ὀρεινῆς·
3 καὶ οἱ παρεμβεβληκότες ἐν τῇ ὀρεινῇ κύκλῳ Βαιτυλούα καὶ ἐτράπησαν εἰς φυγήν. Καὶ τότε οἱ υἱοὶ Ἰσραήλ, πᾶς ἀνὴρ πολεμιστὴς ἐξ αὐτῶν, ἐξεχύθησαν ἐπ' αὐτούς.
4 Καὶ ἀπέστειλεν Ὀζίας εἰς Βαιτομασθαὶμ καὶ Βηβαῒ καὶ Κωλὰ καὶ εἰς πᾶν ὅριον Ἰσραὴλ τοὺς ἀπαγγέλλοντας ὑπὲρ τῶν συντετελεσμένων καὶ ἵνα πάντες ἐπεκχυθῶσι τοῖς πολεμίοις εἰς τὴν ἀναίρεσιν αὐτῶν.
5 Ὡς δὲ ἤκουσαν οἱ υἱοὶ Ἰσραήλ, πάντες ὁμοθυμαδὸν ἐπέπεσον ἐπ' αὐτοὺς καὶ ἔκοπτον αὐτοὺς ἕως Χωβά. Ὠσαύτως δὲ καὶ οἱ ἐξ Ἱερουσαλὴμ παρεγενήθησαν καὶ ἐκ πάσης τῆς ὀρεινῆς, ἀνήγγειλαν γὰρ αὐτοῖς τὰ γεγονότα τῇ παρεμβολῇ τῶν ἐχθρῶν αὐτῶν· καὶ οἱ ἐν Γαλαὰδ καὶ οἱ ἐν τῇ Γαλιλαῖᾳ ὑπερεκέρασαν αὐτοὺς πληγῇ μεγάλη, ἕως οὗ παρῆλθαν Δαμασκὸν καὶ τὰ ὅρια αὐτῆς.
6 Οἱ δὲ λοιποὶ οἱ κατοικοῦντες Βαιτυλούα ἐπέπεσαν τῇ παρεμβολῇ Ἀσσοὺρ καὶ ἐπρονόμευσαν αὐτοὺς καὶ ἐπλούτησαν σφόδρα.
7 Οἱ δὲ υἱοὶ Ἰσραὴλ ἀναστρέψαντες ἀπὸ τῆς κοπῆς ἐκυρίευσαν τῶν λοιπῶν, καὶ αἱ κῶμαι καὶ αἱ ἐπαύλεις ἐν τῇ ὀρεινῇ καὶ πεδινῇ ἐκράτησαν πολλῶν λαφύρων, ἦν γὰρ πλῆθος πολὺ σφόδρα.
8 Καὶ Ἰωακὶμ ὁ ἱερεὺς ὁ μέγας καὶ ἡ γερουσία τῶν υἱῶν Ἰσραὴλ οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ ἦλθον τοῦ θεάσασθαι τὰ ἀγαθά, ἃ ἐποίησα Κύριος τῷ Ἰσραήλ, καὶ τοῦ ἰδεῖν τὴν Ἰουδὶθ καὶ λαλῆσαι μετ' αὐτῆς εἰρήνην.
9 Ὡς δὲ εἰσῆλθον πρὸς αὐτήν, εὐλόγησαν αὐτὴν πάντες ὁμοθυμαδὸν καὶ εἶπαν πρὸς αὐτήν· σὺ ὕψωμα Ἰσραήλ, σὺ γαυρίαμα μέγα τοῦ Ἰσραήλ, σὺ καύχημα μέγα τοῦ γένους ἡμῶν·
10 ἐποίησας πάντα ταῦτα ἐν χειρί σου, ἐποίησας τὰ ἀγαθὰ μετὰ Ἰσραήλ, καὶ εὐδόκησεν ἐπ' αὐτοῖς ὁ Θεός· εὐλογημένη γίνου πάρα τῷ παντοκράτορι Κυρίῳ εἰς τὸν αἰῶνα χρόνον. Καὶ εἶπε πᾶς, ὁ λαός· γένοιτο.
11 Καὶ ἐλαφύρευσε πᾶς ὁ λαὸς τὴν παρεμβολὴν ἐφ' ἡμέρας τριάκοντα· καὶ ἔδωκαν τῇ Ἰουδὶθ τὴν σκηνὴν Ὀλοφέρνου καὶ πάντα τὰ ἀργυρώματα καὶ τὰς κλίνας καὶ τὰ ὅλκια καὶ πάντα τὰ σκευάσματα αὐτοῦ. Καὶ λαβοῦσα αὕτη ἐπέθηκεν ἐπὶ τὴν ἡμίονον αὐτῆς καὶ ἔζευξε τὰς ἁμάξας αὐτῆς καὶ ἐσώρευσεν αὐτὰ ἐπ' αὐτῶν.
12 Καὶ συνέδραμε πᾶσα γυνὴ Ἰσραὴλ τοῦ ἰδεῖν αὐτὴν καὶ εὐλόγησαν αὐτὴν καὶ ἐποίησαν αὐτῇ χορὸν ἐξ αὐτῶν, καὶ ἔλαβε θύρσους ἐν ταῖς χερσὶν αὐτῆς καὶ ἔδωκε ταῖς γυναιξὶ ταῖς μετ' αὐτῆς.
13 Καὶ ἐστεφανώσαντο τὴν ἐλαίαν, αὐτὴ καὶ αἱ μετ' αὐτῆς, καὶ προῆλθε παντὸς τοῦ λαοῦ ἐν χορείᾳ ἡγουμένῃ πασῶν τῶν γυναικῶν, καὶ ἠκολούθει πᾶς ἀνὴρ Ἰσραὴλ ἐνωπλισμένοι μετὰ στεφάνων καὶ ὕμνων ἐν τῷ στόματι αὐτῶν.
14 Καὶ ἐξῆρχεν Ἰουδὶθ τὴν ἐξομολόγησιν ταύτην ἐν παντὶ Ἰσραήλ, καὶ ὑπεφώνει πᾶς ὁ λαὸς τὴν αἴνεσιν ταύτην.