Πρωτότυπο Κείμενο
ρασις ἥ εἶδεν Ἡσαΐας υἱὸς Ἀμώ, ἣν εἶδε κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἱερουσαλήμ ἐν βασιλείᾳ Ὀζίου καὶ Ἰωάθαμ καὶ Ἄχαζ καὶ Ἐζεκίου, οἳ ἐβασίλευσαν τῆς Ἰουδαίας.
2 Ἄκουε οὐρανὲ καὶ ἐνωτίζου γῆ, ὅτι Κύριος ελάλησεν· υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν.
3 Ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ. Ἰσραήλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός με οὐ συνῆκεν.
4 Οὐαὶ ἔθνος ἁμαρτωλόν, λαός πλήρης ἁμαρτιῶν, σπέρμα πονηρόν, υἱοὶ ἄνομοι· εγκατελίπατε τὸν Κύριον καὶ παρωργίσατε τὸν ἄγιον τοῦ Ἰσραήλ.
5 Τί ἔτι πληγῆτε προστιθέντες ἀνομίαν; Πᾶσα κεφαλὴ εἰς πόνον καὶ πᾶσα καρδία εἰς λύπην.
6 Ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία, οὔτε τραῦμα οὔτε μώλωψ οὔτε πληγὴ φλεγμαίνουσα· οὐκ ἔστι μάλαγμα ἐπιθῆναι οὔτε ἔλαιον οὔτε καταδέσμους.
7 Ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι· τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αυτήν, καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων.
8 Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυράτῳ, ὡς πόλις πολιορκουμένη·
9 καὶ εἰ μὴ Κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.
10 Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων· προσέχετε νόμον Θεοῦ, λαὸς Γομόρρας.
11 Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; Λέγει Κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι,
12 ούδὲ ἂ ἔρχησθε ὀφθῆναί μοι. Τίς γάρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Πατεῖν τὴν αὐλήν μου
13 οὐ προσθήσεσθε· ἐὰν φέρητε σεμίδαλιν, μάταιον· θυμίαμα, βδέλυγμά μοί ἐστι· τὰς νουμηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν καὶ ἀργίαν
14 καὶ τὰς νουμηνίας ὑμῶν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου· ἐγεννήθητέ μοι εἰς πλησμονήν, οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν.
15 Ὅταν ἐκτείνητε τὰς χεῖρας ὑμῶν πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν, καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γάρ χεῖρες ὑμῶν αἵματος πλήρεις.
16 Λούσασθε καὶ καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου, παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν,
17 μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ρύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήραν·
18 καὶ δεῦτε διαλεχθῶμεν, λέγει Κύριος· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ, ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ.
19 Καὶ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε·
20 ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.
21 Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών, πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί.
22 Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου μίσγουσι τὸν οἷνον ὕδατι·
23 οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες καὶ κρίσιν χηρῶν οὐ προσέχοντες.
24 Διὰ τοῦτο τάδε λέγει Κύριος ὁ δεσπότης σαβαώθ, ὁ δυνάστης τοῦ Ἰσραήλ· οὐαὶ τοῖς ἰσχύουσιν ἐν Ἱερουσαλήμ· οὐ παύσεται γάρ μου ὁ θυμὸς ἐν τοῖς ὑπεναντίοις, καὶ κρίσιν ἐκ τῶν ἐχθρῶν μου ποιήσω.
25 Καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σὲ καὶ πυρώσω σε εἰς καθαρόν, τοὺς δὲ ἀπειθοῦντας ἀπολέσω καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ καὶ πάντας ὑπερηφάνους ταπεινώσω.
26 Καὶ ἐπιστήσω τοὺς κριτάς σου ὡς τὸ πρότερον καὶ τοὺς συμβούλους σου ὡς τὸ ἀπ' ἀρχῆς· καὶ μετὰ ταῦτα κληθήσῃ πόλις δικαιοσύνης, μητρόπολις πιστὴ Σιών.
27 Μετὰ γάρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς καὶ μετὰ ἐλεημοσύνης.
28 Καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οἱ ἐγκαταλιπόντες τὸν Κύριον συντελεσθήσονται.
29 Διότι αἰσχυνθήσονται ἐν τοῖς εἰδώλοις αὐτῶν, ἃ αὐτοὶ ἠβούλοντο, καὶ ἐπαισχυνθήσονται ἐπὶ τοῖς κήποις αὐτῶν, ἃ ἐπεθύμησαν.
30 Ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων·
31 καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στιππύου καὶ αἱ ἐργασίαι αὐτῶν ὡς σπινθῆρες πυρός, καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοί ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων.