Πρωτότυπο Κείμενο
ιὰ Σιὼν οὐ σιωπήσομαι καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη μου, τὸ δὲ σωτήριον μου ὡς λαμπὰς καυθήσεται.
2 Καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην σου καὶ βασιλεῖς τὴν δόξαν σου, καὶ καλέσει σε τὸ ὄνομά σου τὸ καινόν, ὁ Κύριος ὀνομάσει αὐτό.
3 Καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου καὶ διάβημα βασιλείας ἐν χειρὶ Θεοῦ σου.
4 Καὶ οὐκέτι κληθήσῃ Καταλελειμμένη, καὶ ἡ γῆ σου οὐ κληθήσεται ἔτι Ἔρημος· σοι γὰρ κληθήσεται θέλημα ἐμόν, καὶ τῇ γῇ σου Οἰκουμένη, ὅτι εὐδόκησε Κύριος ἐν σοὶ καὶ ἡ γῆ σου συνοικισθήσεται.
5 Καὶ ὡς συνοικῶν νεανίσκος παρθένῳ, οὕτω κατοικήσουσιν οἱ υἱοί σου· καὶ ἔσται ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί.
6 Καὶ ἐπὶ τῶν τειχῶν σου, Ἱερουσαλήμ, κατέστησα φύλακας ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα, οἳ διὰ τέλους οὐ σιωπήσονται μιμνησκόμενοι Κυρίου.
7 Οὐκ ἔστι γὰρ ὑμῖν ὅμοιος, ἐὰν διορθώσῃ καὶ ποιήσῃ Ἱερουσαλὴμ γαυρίαμα ἐπὶ τῆς γῆς.
8 Ὤμοσε Κύριος κατὰ τῆς δεξιᾶς αυτοῦ καὶ κατὰ τῆς ἰσχύος τοῦ βραχίονος αὐτοῦ· εἰ ἔτι δώσω τὸν σῖτόν σου καὶ τὰ βρώματά σου τοῖς ἐχθροῖς σου, καὶ εἰ ἔτι πίονται υἱοὶ ἀλλότριοι τὸν οἶνόν σου, ἐφ ᾦ ἐμόχθησας
9 ἀλλ' ἢ οἱ συνάγοντες φάγονται αὐτὰ καὶ αἰνέσουσι Κύριον, καὶ οἱ συνάγοντες πίονται αὐτὰ ἐν ταῖς ἑπαύλεσι ταῖς ἁγίαις μου.
10 Πορεύεσθε διὰ τῶν πυλῶν μου καὶ ὀδοποιήσατε τῷ λαῷ μου καὶ τοὺς λίθους τοὺς ἐκ τῆς ὀδοῦ διαρρίψατε· ἐξάρατε σύσσημον εἰς τὰ ἔθνη.
11 Ἰδοὺ γὰρ Κύριος ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τῆς γῆς· εἴπατε τῇ θυγατρὶ Σιών· ἰδοὺ ὁ σωτήρ σοι παραγέγονεν ἔχων τὸν ἐαυτοῦ μισθὸν καὶ τὸ ἔργον πρὸ προσώπου αὐτοῦ.
12 Καὶ καλέσει αὐτὸν λαὸν ἅγιον, λελυτρωμένον ὑπὸ Κυρίου· σὺ δὲ κληθήσῃ  ἐπιζητουμένη πόλις καὶ οὐκ ἐγκαταλελειμμένη.