Πρωτότυπο Κείμενο
αὶ ἐρεῖ· ἀκούσατε δὴ ταῦτα, αἱ ἀρχαὶ οἴκου Ἰακὼβ καὶ οἱ κατάλοιποι οἴκου Ἰσραήλ. Οὐχ ὑμῖν ἐστι τοῦ γνῶναι τὸ κρίμα;
2 Μισοῦντες τὰ καλὰ καὶ ζητοῦντες πονηρά, ἁρπάζοντες τὰ δέρματα αὐτῶν ἀπ' αὐτῶν καὶ τὰς σάρκας αὐτῶν ἀπὸ τῶν ὀστέων αὐτῶν. 
3 Ὃν τρόπον κατέφαγον τὰς σάρκας τοῦ λαοῦ μου καὶ τὸ δέρματα αὐτῶν ἀπ' αὐτῶν ἐξέδειραν καὶ τὰ ὀστέα αὐτῶν συνέθλασαν καὶ ἐμέλισαν ὡς σάρκας εἰς λέβητα καὶ ὡς κρέα εἰς χύτραν,
4 οὕτως κεκράξονται πρὸς τὸν Κύριον, καὶ οὐκ εἰσακούσεται αὐτῶν. Καὶ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἐπ' αὐτῶν ἐν τῷ καιρῷ ἐκείνῳ, ἀνθ' ὧν ἐπονηρεύσαντο ἐν τοῖς ἐπιτιδεύμασιν αὐτῶν ἐπ' αὐτούς.
5 Τάδε λέγει Κύριος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου, τοὺς δάκνοντας ἐν τοῖς ὀδοῦσιν αὐτῶν καὶ κηρύσσοντας εἰρήνην ἐπ' αὐτόν, καὶ οὐκ ἐδόθη εἰς τὸ στόμα αὐτῶν, ἤγειραν ἐπ' αὐτὸν πόλεμον.
6 Διὰ τοῦτο νὺξ ὑμῖν ἔσται ἐξ ὁράσεως, καὶ σκοτία ἔσται ὑμῖν ἐκ μαντείας, καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας, καὶ συσκοτάσει ἐπ' αὐτοὺς ἡ ἡμέρᾳ.
7 Καὶ καταισχυνθήσονται οἱ ὁρῶντες τὰ ἐνύπνια, καὶ καταγελασθήσονται οἱ μάντεις, καὶ καταλαλήσουσι κατ' αὐτῶν πάντες αὐτοί, διότι οὐκ ἔσται ὁ ἐπακούων αὐτῶν.
8 Ἐὰν μὴ ἐγὼ ἐμπλήσω ἰσχὺν ἐν πνεύματι Κυρίου καὶ κρίματος καὶ δυναστείας τοῦ ἀπαγγεῖλαι τῷ Ἰακώβ ἀσεβείας αὐτοῦ καὶ τῷ Ἰσραὴλ ἁμαρτίας αὐτοῦ.
9 Ἀκούσατε δὴ ταῦτα, οἱ ἡγούμενοι οἴκου Ἰακώβ καὶ οἱ κατάλοιποι οἴκου Ἰσραήλ, οἱ βδελυσσόμενοι κρίμα καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες,
10 οἱ οἰκοδομοῦντες Σιὼν  ἐν αἵμασι καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις.
11 Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίνοντο, καὶ οἱ προφῆται αὐτῆς μετὰ Ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν Κύριον ἐπανεπαύοντο λέγοντες· οὐχὶ ο Κύριος ἐν ἡμῖν ἐστιν; Οὐ μὴ ἐπέλθῃ ἐφ' ἡμᾶς κακά.
12 Διὰ τοῦτο δι' ἡμᾶς Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται καὶ τὸ ὅρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ.