Πρωτότυπο Κείμενο
ΟΓΟΣ Κυρίου ὃς ἐγενήθη πρὸς Ὡσηὲ τὸν τοῦ Βεηρεὶ ἐν ἡμέραις Ὀζίου καὶ Ἰωάθαμ καὶ Ἄχαζ καὶ Ἐζεκίου βασιλέων Ἰούδα καὶ ἐν ἡμέραις Ἱεροβοὰμ υἱοῦ Ἰωὰς βασιλέως Ἰσραήλ.
2 Ἀρχὴ λόγου Κυρίου εἰς Ὡσηέ. Καὶ εἶπε Κύριος πρὸς Ὡσηέ·  βάδιζε, λαβὲ σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορνείας διότι ἐκπορνεύουσα ἐκπορνεύσει ἡ γῆ ἀπὸ ὄπισθεν τοῦ Κυρίου.
3 Καὶ ἐπορεύθη καὶ ἔλαβε τὴν Γόμερ θυγατέρα Δεβηλμΐμ, καὶ συνέλαβε καὶ ἔτεκεν αὐτῷ υἱόν.
4 Καὶ εἶπε Κύριος πρὸς αὐτόν· κάλεσον τὸ ὄνομα αὐτοῦ Ἰεζραέλ, διότι ἔτι μικρὸν καὶ ἐκδικήσω τὸ αἷμα τοῦ Ἰεζραὲλ ἐπὶ τὸν οἶκον Ἰούδα καὶ καταπαύσω βασιλείαν οἴκου Ἰσραήλ.
5 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συντρίψω τὸ τόξον τοῦ Ἰσραὴλ ἐν κοιλάδι τοῦ Ἰεζραέλ.
6 Καὶ συνέλαβεν ἔτι καὶ ἔτεκε θυγατέρα, καὶ εἶπεν αὐτῷ· κάλεσον τὸ ὄνομα αὐτῆς, Οὐκ - ἠλεημένη, διότι οὐ μὴ προσθήσω ἔτι ἐλεῆσαι τὸν οἶκον Ἰσραήλ, ἀλλ' ἢ ἀντιτασσόμενος ἀντιτάξομαι αὐτοῖς.
7 Τοὺς δὲ υἱοὺς Ἰούδα ἐλεήσω καὶ σώσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν καὶ οὐ σώσω αὐτοὺς ἐν τόξῳ οὐδὲ ἐν ρομφαίᾳ οὐδὲ ἐν πολέμῳ οὐδὲ ἐν ἴπποις οὐδὲ ἐν ἱππεῦσι.
8 Καὶ ἀπεγαλάκτισε τὴν Οὐκ - ἠλεημένην, καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν υἱόν.
9 Καὶ εἶπε· κάλεσον τὸ ὄνομα αὐτοῦ Οὐ -λαός - μου, διότι ὑμεῖς οὐ λαός μου, καὶ ἐγὼ οὐκ εἰμὶ ὑμῶν.