Πρωτότυπο Κείμενο
ορευθῶμεν καὶ ἐπιστρέψωμεν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ὅτι οὗτος ἥρπακε καὶ ἰάσεται ἡμᾶς, πατάξει καὶ μοτώσει ἡμᾶς·
2 ὑγιάσθι ἡμᾶς μετὰ δύο ἡμέρας, ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἐξαναστησόμεθα καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ
3 καὶ γνωσόμεθα· διώξωμεν τοῦ γνῶναι τὸν Κύριον, ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν, καὶ ἥξει ὡς ὕετος ἡμῖν πρώϊμος καὶ ὄψιμος γῇ.
4 Τί σοι ποιήσω Ἐφραίμ; Τί σοι ποιήσω Ἰούδα; Τὸ δὲ ἔλεος ὑμῶν ὡς νεφέλη πρωΐμη καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη.
-5 Διὰ τοῦτο ἀπεθέρισα τοὺς προφήτας ὑμῶν, ἀπέκτεινα αὐτοὺς ἐν ρήματι στόματός μου, καὶ τὸ κρῖμα μου ὡς φῶς ἐξελεύσεται·
6 διότι ἔλεος θέλω καὶ οὐ θυσίαν καὶ ἐπίγνωσιν Θεοῦ ἢ ὁλοκαυτώματα.

7 Αὐτοὶ δέ εἰσιν ὡς ἄνθρωπος παραβαίνων διαθήκην· ἐκεῖ κατεφρόνησέ μου
8 Γαλαὰδ πόλις ἐργαζομένη μάταια, ταράσσουσα ὕδωρ.
9 Καὶ ἡ ἰσχύς σου ἀνδρὸς πειρατοῦ· ἔκρυψαν ἱερεῖς ὁδῶν, ἐφόνευσαν Σίκιμα, ὅτι ἀνομίαν ἐποίησαν.
10 Ἐν τῷ οἴκῳ τοῦ Ἰσραὴλ εἶδον φρικώδη ἐκεῖ, πορνείαν τοῦ Ἐφραίμ· ἐμιάνθη Ἰσραὴλ καὶ Ἰούδα.
11 Ἄρχου τρυγᾶν σεαυτῷ ἐν τῷ ἐπιστρέφειν  με  τὴν  αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐν τῷ ἰάσασθαί με τὸν Ἰσραήλ.