Πρωτότυπο Κείμενο
μπελος εὐκληματοῦσα Ἰσραήλ, ὁ καρπὸς εὐθηνῶν αὐτῆς· κατὰ τὸ πλῆθος τῶν καρπῶν αὐτῆς ἐπλήθυνε τὰ θυσιαστήρια, κατὰ τὰ ἀγαθὰ τῆς  γῆς  αὐτοῦ  ᾠκοδόμησε στήλας.
2 Ἐμέρισαν καρδίας αὐτῶν, νῦν ἀφανισθήσονται· αὐτὸς κατασκάψει τὰ θυσιαστήρια αὐτῶν, ταλαιπωρήσουσιν αἱ στῆλαι αὐτῶν.
3 Διότι νῦν ἐροῦσιν· οὐκ ἐστὶ βασιλεὺς ἡμῖν, ὅτι οὐκ ἐφοβήθημεν τὸν Κύριον, ὁ δὲ βασιλεὺς τί ποιήσει ἠμῖν;
4 Λαλῶν ρήματα προφάσεις ψευδεῖς διαθήσεται διαθήκην· ἀνατελεῖ ὡς ἄγρωστις κρῖμα ἐπὶ χέρσον ἀγροῦ.
5 Τῷ μόσχῳ τοῦ οἴκου Ὦν παροικήσουσιν οἱ κατοικοῦντες Σαμάρειαν, ὅτι ἐπένθησε λαὸς αὐτοῦ ἐπ' αὐτόν· καὶ καθὼς παρεπίκραναν αὐτόν, ἐπιχαροῦνται ἐπὶ τὴν δόξαν αὐτοῦ, ὅτι μετῳκίσθη ἀπ' αὐτοῦ.
6 Καὶ αὐτὸν εἰς Ἀσσυρίους δήσαντες ἀπήνεγκαν ξένια τῷ βασιλεῖ Ἰαρείμ· ἐν δόματι Ἐφραὶμ δέξεται, καὶ αἰσχυνθήσεται Ἰσραὴλ ἐν τῇ βουλῇ αὐτοῦ.
7 Ἀπέρριψε Σαμάρεια βασιλέα αὐτῆς ὡς φρύγανον ἐπὶ προσώπου ὕδατος.
8 Καὶ  ἐξαρθήσονται  βωμοὶ  Ὦν, ἁμαρτήματα τοῦ Ἰσραήλ· ἄκανθαι καὶ τρίβολοι ἀναβήσονται ἐπὶ τὰ θυσιαστήρια αὐτῶν· καὶ ἐροῦσι τοῖς ὅρεσι· καλύψατε ἡμᾶς, καὶ τοῖς βουνοῖς· πέσατε ἐφ' ἡμᾶς.
-9 Ἀφ' οὗ οἱ βουνοί, ἥμαρτεν Ἰσραήλ, ἐκεῖ ἔστησαν· οὐ μὴ καταλάβῃ αὐτοὺς ἐν τῷ βουνῷ πόλεμος ἐπὶ τὰ τέκνα ἀδικίας;
10 Ἦλθε παιδεῦσαι αὐτούς, καὶ συναχθήσονται ἐπ' αὐτοὺς λαοὶ ἐν τῷ παιδεύεσθαι αὐτοὺς ἐν ταῖς δυσὶν ἀδικίαις αὐτῶν.
11 Ἐφραίμ δάμαλις δεδιδαγμένη ἀγαπᾶν νεῖκος, ἐγὼ δὲ ἐπελεύσομαι ἐπὶ τὸ κάλλιστον τοῦ τραχήλου αὐτῆς· ἐπιβιβῶ Ἐφραὶμ καὶ παρασιωπήσομαι Ἰούδαν, ἐνισχύσει αὐτῷ Ἰακώβ.
12 Σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς, φωτίσατε ἑαυτοῖς φῶς γνώσεως, ἐκζητήσατε τὸν Κύριον ἕως τοῦ ἐλθεῖν γενήματα δικαιοσύνης ὑμῖν.
13 Ἱνατί παρεσιωπήσατε ἀσέβειαν καὶ τὰς ἀδικίας αὐτῆς ἐτρυγήσατε; Ἐφάγετε καρπὸν ψευδῆ, ὅτι ἤλπισας ἐν τοῖς ἁμαρτήμασί σου, ἐν πλήθει δυνάμεώς σου.
14 Καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ πάντα τὸ περιτετειχισμένα σου οἰχήσεται· ὡς ἄρχων Σαλαμὰν ἐκ τοῦ οἴκου τοῦ Ἱεροβάαλ, ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισαν.
15 Οὕτως ποιήσω ὑμῖν, οἶκος  τοῦ Ἰσραήλ, ἀπὸ προσώπου ἀδικίας κακιῶν ὑμῶν.