Πρωτότυπο Κείμενο
φανισθήσεται Σαμάρεια, ὅτι ἀντέστη πρὸς τὸν Θεὸν αὐτῆς· ἐν ρομφαίᾳ πεσοῦνται αὐτοί, καὶ ὑποτίτθια αὐτῶν ἐδαφισθήσονται, καὶ αἱ ἐν γαστρὶ ἔχουσαι αὐτῶν διαρραγήσονται.
2 Ἐπιστράφηθι, Ἰσραήλ, πρὸς Κύριον τὸν Θεόν σου, διότι ἠσθένησαν ἐν ταῖς ἀδικίαις σου.
3 Λάβετε μεθ' ἑαυτῶν λόγους καὶ ἐπιστράφητε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν· εἴπατε αὐτῷ, ὅπως μὴ λάβητε ἀδικίαν καὶ λάβητε ἀγαθά, καὶ ἀνταποδώσομεν καρπὸν χειλέων ἡμῶν.
4 Ἀσσοὺρ οὐ μὴ σώσῃ ἡμᾶς, ἐφ' ἱππον οὐκ ἀναβησόμεθα· οὐκέτι μὴ εἴπωμεν· θεοὶ ἡμῶν, τοῖς ἔργοις τῶν χειρῶν ἡμῶν· ὁ ἐν σοὶ ἐλεήσει ὀρφανόν.
5 Ἰάσομαι τὰς κατοικίας αὐτῶν, ἀγαπήσω αὐτοὺς ὁμολόγως, ὅτι ἀποστρέψω τὴν ὀργήν μου ἀπ' αὐτοῦ.
6 Ἔσομαι ὡς δρόσος τῷ Ἰσραήλ, ἀνθήσει ὡς κρίνον καὶ βαλεῖ τὰς ρίζας αὐτοῦ ὡς ὁ Λίβανος·
7 πορεύσονται οἱ κλάδοι αὐτοῦ, καὶ ἔσται ὡς ἐλαία κατάκαρπος, καὶ ἡ ὀσφρασία αὐτοῦ ὡς Λιβάνου·
8 ἐπιστρέψουσι καὶ καθιοῦνται ὑπὸ τὴν σκέπην αὐτοῦ, ζήσονται καὶ μεθυσθήσονται σίτῳ· καὶ ἐξανθήσει ὡς ἄμπελος μνημόσυνον αὐτοῦ, ὡς οἶνος Λιβάνου.
9 Τῷ Ἐφραίμ, τί αὐτῷ ἔτι καὶ εἰδώλοις; Ἐγὼ ἐταπείνωσα αὐτὸν καὶ ἐγὼ κατισχύσω αὐτόν· ἐγὼ ὡ ἄρκευθος πυκάζουσα, ἐξ ἐμοῦ ὁ καρπός σου εὕρηται.
10 Τίς σοφὸς καὶ συνήσει ταῦτα; Ἢ συνετὸς καὶ ἐπιγνώσεται αὐτά; Ὅτι εὐθεῖα αἱ ὁδοὶ τοῦ Κυρίου, καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς, οἱ ἀσεβεῖς ἀσβενήσουσιν ἐν αὐταῖς.