Πρωτότυπο Κείμενο
ἱὸς εἴκοσι καὶ πέντε ἐτῶν Ἰωάθαμ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἱερουσὰ θυγάτηρ Σαδώκ.
2 Καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου κατὰ πάντα, ἃ ἐποίησεν Ὀζίας ὁ πατὴρ αὐτοῦ, ἀλλ' οὐκ εἰσῆλθεν εἰς τὸν ναὸν Κυρίου, καὶ ἔτι ὁ λαὸς κατεφθείρετο.
3 Αὐτὸς ᾠκοδόμησε τὴν πύλην οἴκου Κυρίου τὴν ὑψηλὴν καὶ ἐν τείχει τοῦ Ὀφλὰ ᾠκοδόμησε πολλά· καὶ πόλεις ᾠκοδόμησεν
4 ἐν ὄρει Ἰούδα καὶ ἐν τοῖς δρυμοῖς καὶ οἰκήσεις καὶ πύργους.
5 Αὐτὸς ἐμαχέσατο πρὸς βασιλέα υἱῶν Ἀμμὼν καὶ κατίσχυσεν ἐπ' αὐτόν· καὶ ἐδίδουν αὐτῷ οἱ υἱοὶ Ἀμμὼν καὶ κατ' ἐνιαυτὸν ἑκατὸν τάλαντα ἀργυρίου καὶ δέκα χιλιάδας· κόρων πυροῦ καὶ κριθῶν δέκα χιλιάδας· ταῦτα ἔφερεν αὐτῷ βασιλεὺς υἱῶν Ἀμμὼν κατ' ἐνιαυτὸν ἐν τῷ πρώτῳ ἔτει καὶ ἐν τῷ δευτέρῳ καὶ τῷ τρίτῳ.
6 Καὶ κατίσχυσεν Ἰωάθαμ, ὅτι ἡτοίμασε τὰς ὁδοὺς αὐτοῦ ἐναντίον Κυρίου Θεοῦ αὐτοῦ.
7 Καὶ οἱ λοιποὶ λόγοι Ἰωάθαμ καὶ ὁ πόλεμος καὶ αἱ πράξεις αὐτοῦ ἰδοὺ γεγραμμέναι ἐπὶ βιβλίῳ βασιλέων Ἰούδα καὶ Ἰσραήλ.
9 Καὶ ἐκοιμήθη Ἰωάθαμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυίδ, καὶ ἐβασίλευσεν Ἄχαζ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.